Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

27 καταλύσαντες δὲ μετὰ τοὺς καταρράκτας ἐν κώμῃ τῆς Αἰθιοπίας οὐ μεγάλῃ ἐδείπνουν μὲν περὶ ἑσπέραν ἐγκαταμιγνύντες σπουδὴν παιδιᾷ, βοῆς δὲ ἀθρόας τῶν ἐν τῇ κώμῃ γυναικῶν ἤκουσαν ἐπικελευομένων ἀλλήλαις ἑλεῖν καὶ διῶξαι, παρεκάλουν δὲ καὶ τοὺς αὑτῶν ἄνδρας ἐς κοινωνίαν τοῦ ἔργου, οἱ δʼ ἁρπασάμενοι ξύλα καὶ λίθους καὶ ὅ τι ἐς χεῖρας ἑκάστῳ ἔλθοι, ξυνεκάλουν ὥσπερ ἀδικούμενοι τοὺς γάμους. ἐπεφοίτα δὲ ἄρα τῇ κώμῃ δέκατον ἤδη μῆνα σατύρου φάσμα λυττῶν ἐπὶ τὰ γύναια, καὶ δύο ἀπεκτονέναι σφῶν ἐλέγετο, ὧν μάλιστα ἐδόκει ἐρᾶν. ἐκπλαγέντων οὖν τῶν ἑταίρων μὴ δέδιτε, εἶπεν ὁ Ἀπολλώνιος ὑβρίζει γάρ τις ἐνταῦθα σάτυρος. νὴ Δίʼ, ἔφη ὁ Νεῖλος ὅν γε ἡμεῖς οἱ Γυμνοὶ χρόνῳ ἤδη ὑβρίζοντα μήπω μετεστήσαμεν τοῦ σκιρτᾶν. ἀλλʼ ἔστιν εἶπεν ἐπὶ τοὺς ὑβριστὰς τούτους φάρμακον, ᾧ λέγεται Μίδας ποτὲ χρήσασθαι· μετεῖχε μὲν γὰρ τοῦ τῶν σατύρων γένους ὁ Μίδας οὗτος, ὡς ἐδήλου τὰ ὦτα, σάτυρος δὲ ἐπʼ αὐτὸν εἷς κατὰ τὸ ξυγγενὲς ἐκώμαζε τὰ τοῦ Μίδου διαβάλλων ὦτα, καὶ οὐ μόνον ᾅδων, ἀλλὰ καὶ αὐλῶν τούτω, ὁ δʼ, οἶμαι, τῆς μητρὸς ἀκηκοώς, ὅτι σάτυρος οἴνῳ θηρευθείς, ἐπειδὰν ἐς ὕπνον καταπέσῃ, σωφρονεῖ καὶ διαλλάττεται, κρήνην τὴν οὖσαν αὐτῷ περὶ τὰ βασίλεια κεράσας οἴνῳ ἐπαφῆκεν αὐτῇ τὸν σάτυρον, ὁ δὲ ἔπιέ τε καὶ ἥλω. καὶ ὅτι μὴ ψεύδεται ὁ λόγος, ἴωμεν παρὰ τὸν κωμάρχην, καὶ ἢν ἔχωσιν οἱ κωμῆται οἶνον, κεράσωμεν αὐτὸν τῷ σατύρῳ, καὶ ταὐτὰ τῷ Μίδου πείσεται. ἔδοξε ταῦτα καὶ ἀμφορέας Αἰγυπτίους τέτταρας οἰνοχοήσας ἐς ληνόν, ἀφʼ ἧς ἔπινε τὰ ἐν τῇ κώμῃ πρόβατα, ἐκάλει τὸν σάτυρον ἀφανῶς τι ἐπιπλήττων, ὁ δὲ οὔπω μὲν ἑωρᾶτο, ὑπεδίδου δὲ ὁ οἶνος, ὥσπερ πινόμενος· ἐπεὶ δὲ ἐξεπόθη σπεισώμεθα ἔφη τῷ σατύρῳ, καθεύδει γάρ. καὶ εἰπὼν ταῦτα ἡγεῖτο τοῖς κωμήταις ἐς Νυμφῶν ἄντρον, πλέθρον οὔπω ἀπέχον τῆς κώμης, ἐν ᾧ καθεύδοντα δείξας αὐτὸν ἀπέχεσθαι εἶπε τοῦ παίειν ἢ λοιδορεῖσθαί οἱ, πέπαυται γὰρ τῶν ἀνοήτων. τοῦτο μὲν δὴ τοιοῦτον Ἀπολλωνίου, μὰ Δίʼ, οὐχὶ ὁδοῦ πάρεργον, ἀλλὰ παρόδου ἔργον, κἂν ἐντύχῃ τις ἐπιστολῇ τοῦ ἀνδρός, ἣν πρὸς μειράκιον ὑβρίζον γράφων καὶ σάτυρον δαίμονα σωφρονίσαι φησὶν ἐν Αἰθιοπίᾳ, μεμνῆσθαι χρὴ τοῦ λόγου τούτου. σατύρους δὲ εἶναί τε καὶ ἐρωτικῶν ἅπτεσθαι μὴ ἀπιστῶμεν· οἶδα γὰρ κατὰ τὴν Λῆμνον τῶν ἐμαυτοῦ τινα ἰσηλίκων, οὗ τῇ μητρὶ ἐλέγετο τις ἐπιφοιτᾶν σάτυρος, ὡς εἰκὸς ἦν τῇ ἱστορίᾳ ταύτῃ, νεβρίδα γὰρ ξυμφυᾶ ἐῴκει ἐνημμένῳ κατὰ τὸν νῶτον, ἧς οἱ ποδεῶνες οἱ πρῶτοι ξυνειληφότες τὴν δέρην περὶ τὸ στέρνον αὐτῷ ἀφήπτοντο. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, οὔτε γὰρ ἡ πεῖρα ἀπιστητέα οὔτε ἐγώ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi