Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

28 καταβάντι δὲ αὐτῷ ἐξ Αἰθιοπίας ἡ μὲν πρὸς τὸν Εὐφράτην διαφορὰ τότε μάλιστα ἐπέδωκε ἐκ τῶν ὁσημέραι διαλέξεων, ἐπέτρεπε δὲ αὐτὰς Μενίππῳ τε καὶ Νείλῳ, σμικρὰ ἐπιτιμῶν αὐτὸς τῷ Εὐφράτῃ, τοῦ δὲ Νείλου σφόδρα ἐπεμελεῖτο.
29 ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας, ἐπῄνει ὁ Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρωπείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφʼ αἵματι. ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπιστέλλει ὧδε· Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν. μὴ βουληθέντι σοι ἐπʼ αἰχμῇ κηρύττεσθαι, μηδʼ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέφανον, ἐπειδὴ ἐφʼ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις. ἔρρωσο. ὑπερησθεὶς δὲ ὁ Τίτος τῇ ἐπιστολῇ καὶ ὑπὲρ ἐμαυτοῦ ἔφη χάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σόλυμα ᾕρηκα, σὺ δὲ ἐμέ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi