Kitap 6
32
μεταστησάμενος δὲ ὁ Τίτος τοὺς παρόντας αὐτοί εἶπεν ὦ Τυανεῦ, γεγόναμεν, ξυγχωρεῖς γάρ που ἐρωτᾶν ὑπὲρ τῶν ἐμοὶ σπουδαιοτάτων; ἐρώτα, ἔφη καὶ τοσούτῳ προθυμότερον, ὅσῳ ὑπὲρ μειζόνων. περὶ ψυχῆς εἶπε τῆς ἐμαυτοῦ, καὶ οὓς μάλιστα φυλαττοίμην ἄν, ἔσται μοι ἡ ἐρώτησις, εἰ μὴ δόξω δειλὸς δεδιὼς ἤδη ταῦτα. ἀσφαλὴς μὲν οὖν ἔφη καὶ ἐφεστηκώς, προορᾶν γὰρ τούτου χρὴ μάλιστα. καὶ ἐς τὸν ἥλιον ἀναβλέψας ὤμνυ αὐτόν, ἦ μὴν αὐτὸς μέλλειν ὑπὲρ τούτων πρὸς αὐτὸν λέξειν μηδὲ ἐρωτῶντα, τοὺς γὰρ θεοὺς φῆναί οἱ προειπεῖν αὐτῷ ζῶντος μὲν τοῦ πατρὸς δεδιέναι τοὺς ἐκείνῳ πολεμιωτάτους, ἀποθανόντος δὲ τοὺς ἑαυτῷ οἰκειοτάτους. ἀποθανοῦμαι δὲ εἶπε τίνα τρόπον; ὅν γε ἔφη Ὀδυσσεὺς λέγεται, φασὶ γὰρ κἀκείνῳ τὸν θάνατον ἐκ θαλάττης ἐλθεῖν. ταῦτα ὁ Δάμις ὧδε ἑρμηνεύει· φυλάττεσθαι μὲν αὐτὸν τὴν αἰχμὴν τῆς τρυγόνος, ᾗ τὸν Ὀδυσσέα βεβλῆσθαί φασι, δυοῖν δὲ ἐτοῖν μετὰ τὸν πατέρα τὴν ἀρχὴν κατασχόντα ὑπὸ τοῦ θαλαττίου λαγὼ ἀποθανεῖν, τὸν δὲ ἰχθὺν τοῦτον παρέχεσθαι χυμοὺς ἀπορρήτους ὑπὲρ πάντα τὰ ἐν τῇ θαλάττῃ καὶ γῇ ἀνδροφόνα, καὶ Νέρωνα μὲν ἐσποιῆσαι τοῖς ἑαυτοῦ ὄψοις τὸν λαγὼν τοῦτον ἐπὶ τοὺς πολεμιωτάτους, Δομετιανὸν δὲ ἐπὶ τὸν ἀδελφὸν Τίτον, οὐ τὸ ξὺν ἀδελφῷ ἄρχειν δεινὸν ἡγούμενον, ἀλλὰ τὸ ξὺν πρᾴῳ τε καὶ χρηστῷ. τοιαῦτα διαλεχθέντες ἰδίᾳ περιέβαλον ἀλλήλους ἐν φανερῷ, ἀπιόντα δὲ προσειπὼν νίκα, ὦ βασιλεῦ, ἔφη τοὺς μὲν πολεμίους ὅπλοις, τὸν δὲ πατέρα ἀρεταῖς.
33
ἡ δὲ πρὸς τὸν Δημήτριον ἐπιστολὴ ὧδε εἶχεν· Ἀπολλώνιος φιλόσοφος Δημητρίῳ κυνὶ χαίρειν. δίδωμί σε βασιλεῖ Τίτῳ διδάσκαλον τοῦ τῆς βασιλείας ἤθους, σὺ δʼ ἀληθεῦσαί τέ μοι πρὸς αὐτὸν δίδου καὶ γίγνου αὐτῷ, πλὴν ὀργῆς, πάντα. ἔρρωσο.