Kitap 6
37
δυοῖν δὲ λόγοιν ἐν Σάρδεσι λεγομένοιν, τοῦ μέν, ὡς ὁ Πακτωλός ποτε τῷ Κροίσῳ ψῆγμα χρυσοῦ ἄγοι, τοῦ δέ, ὡς πρεσβύτερα τῆς γῆς εἴη τὰ δένδρα, τὸν μὲν πιθανῶς ἔφη πεπιστεῦσθαι, χρυσία γὰρ εἶναί ποτε τῷ Τμώλῳ ψαμμώδη καὶ τοὺς ὄμβρους αὐτὰ φέρειν ἐς τὸν Πακτωλὸν κατασύροντας, χρόνῳ δέ, ὅπερ φιλεῖ τὰ τοιαῦτα, ἐπιλιπεῖν αὐτὰ ἀποκλυσθέντα, τοῦ δʼ ἑτέρου λόγου καταγελάσας ὑμεῖς μὲν ἔφη προγενέστερα τῆς γῆς φατε εἶναι τὰ δένδρα, ἐγὼ δὲ πολὺν οὕτω χρόνον φιλοσοφήσας οὔπω ἔγνων οὐρανοῦ προγενεστέρους ἀστέρας διδάσκων ὅτι μηδʼ ἂν γένοιτό τι τοῦ ἐν ᾧ φύεται μὴ ὄντος.
38
στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφʼ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελθὼν οὖν ὁ Ἀπολλώνιος ὁ μὲν θεὸς ἔφη διαλλακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδʼ ἂν αὖθις στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι. καὶ κατέστησεν αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ ʽὡσʼ ταυτὸ τοῖς ἑτέροις φοβήσονται.