Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

39 ἄξιον δὲ καὶ τούτου ἐπιμνησθῆναι· ἔθυέ τις ὑπὲρ θησαυροῦ τῇ Γῇ καὶ οὐδὲ τῷ Ἀπολλωνίῳ προσεύχεσθαι ὑπὲρ τούτου ὤκνει, ὁ δὲ ἐνθυμηθείς, οἵων ἐρᾷ, δεινόν γε, ἔφη χρηματιστὴν ὁρῶ. κακοδαίμονα μὲν οὖν, εἶπεν ᾧγέ ἐστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον. ἔοικας ἔφη πολλοὺς τρέφειν καὶ ἀργοὺς οἰκέτας, οὐδὲ γὰρ αὐτός γε τῶν ἀσόφων φαίνῃ. ὁ δὲ ἠρέμα ἐπιδακρύσας θυγάτριά μοι εἶπεν ἐστὶ τέτταρα καὶ φερνῶν δεῖ τεττάρων, ἐμοὶ δέ εἰσι δισμύριαί που δραχμαὶ νῦν, ἐπειδὰν δὲ ταῖς θυγατράσι κατανεμηθῶσιν, ἐκεῖναί τε σμικρὰ εἰληφέναι δόξουσιν ἐγώ τε ἀπολοῦμαι ἔχων οὐδέν. παθὼν οὖν τι πρὸς αὐτὸν ὁ Ἀπολλώνιος ἐπιμελησόμεθά σου ἔφη κἀγὼ καὶ ἡ Γῆ, φασὶ γάρ σε θύειν αὐτῇ. καὶ εἰπὼν ταῦτα προῄει τὰ προάστεια, ὥσπερ οἱ τοὺς καρποὺς ὠνούμενοι, ἰδὼν δέ τι χωρίον ἐλᾳῶν πλῆρες καὶ ἡσθεὶς τοῖς δένδρεσιν, ὡς εὐφυᾶ τε ἦν καὶ μεγάλα καὶ τινος κηπίου ἐν αὐτῷ ὄντος, ἐν ᾧ σμήνη τε καὶ ἄνθη ἑωρᾶτο, παρῆλθεν ἐς τὸ κηπίον ὥς τι ἐπισκεψόμενος μεῖζον καὶ προσευξάμενος τῇ Πανδώρᾳ ἐχώρει ἐς τὸ ἄστυ. βαδίσας δὲ παρὰ τὸν τοῦ ἀγροῦ δεσπότην, ᾧ πλοῦτος ἐκ τῶν παρανομωτάτων πεπόριστο τὰς Φοινίκων οὐσίας ἐνδεικνύντι χωρίον ἔφη τὸ δεῖνα πόσου ἐπρίω καὶ τί πεπόνηταί σοι ἐς αὐτό; τοῦ δὲ πέρυσι μὲν ἐωνῆσθαι τὸν ἀγρόν, πεντακισχιλίων δὲ καὶ μυρίων φήσαντος, οὔπω δʼ ἐκπεπονηκέναι τι, πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτὸν εὕρημα ποιησάμενον τὰς πεντακισχιλίας. ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλʼ οὐδʼ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δὲ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖν χεροῖν οὔσας ἐφʼ ἑαυτῷ εἶναι ἄν, τὸν δʼ ἀντʼ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κείσεσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις, ἃ τοὺς καρποὺς φθείρει· ἐπεὶ δὲ ἀμφορέα μὲν τρισχιλίων δαρεικῶν αὐτίκα εὗρε περὶ αὐτὸ μάλιστα τὸ ἐν τῷ κηπίῳ σμῆνος, εὐφόρου δὲ τοῦ τῆς ἐλαίας καρποῦ ἔτυχεν οὐκ εὐφορούσης τότε τῆς ἄλλης γῆς, ὕμνοι αὐτῷ ἐς τὸν ἄνδρα ᾔδοντο καὶ μνηστήρων θεραπευόντων αὐτὸν πλέα ἦν πάντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi