Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

42 Δομετιανοῦ δὲ βασιλέως ὑπὸ τὸν αὐτὸν χρόνον εὐνούχους τε μὴ ποιεῖν νομοθετήσαντος ἀμπέλους τε μὴ φυτεύειν ἔτι καὶ τὰς πεφυτευμένας δὲ αὐτῶν ἐκκόπτειν παρελθὼν ἐς τοὺς Ἴωνας ὁ Ἀπολλώνιος τὰ μὲν προστάγματα οὐ πρὸς ἐμὲ ἔφη ταῦτα, μόνος γὰρ ἴσως ἀνθρώπων οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων. ὅθεν ἐς θάρσος ἡ Ἰωνία ἦλθε πρεσβεύσασθαι πρὸς τὸν βασιλέα ὑπὲρ ἀμπέλων καὶ παραιτήσασθαι νόμον, ὃς ἐκέλευε καὶ δῃοῦσθαι τὴν γῆν καὶ μὴ φυτεύεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi