Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

43 κἀκεῖνα ἐν Ταρσοῖς τοῦ ἀνδρὸς ᾅδουσι· κύων ἐνεπεπτώκει ἐφήβῳ λυττῶν καὶ ἀπῆγε τὸν ἔφηβον τὸ δῆγμα ἐς τὰ τῶν κυνῶν πάντα, ὑλάκτει τε γὰρ καὶ ὠρύετο καὶ τετράπους ἔθει τὼ χεῖρε ὑπέχων τῷ δρόμῳ. νοσοῦντι δʼ αὐτῷ τριακοστὴν ἡμέραν ἐφίσταται μὲν ὁ Ἀπολλώνιος ἄρτι ἐς τοὺς Ταρσοὺς ἥκων, κελεύει δὲ ἀνιχνευθῆναί οἱ τὸν κύνα, ὃς ταῦτα εἰργάσατο, οἱ δʼ οὔτε ἐντετυχηκέναι τῷ κυνὶ ἔφασαν, ἔξω γὰρ τείχους εἰλῆφθαι αὐτὸν τοῦ ἐφήβου πρὸς ἀκοντίοις ὄντος, οὔτʼ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἡ ἰδέα τοῦ κυνός, ἐπεὶ μηδὲ αὑτὸν ἔτι οἶδεν. ἐπισχὼν οὖν ὦ Δάμι, ἔφη λευκὸς ὁ κύων λάσιος προβατευτικὸς Ἀμφιλοχικῷ ἴσος, προσέστηκε δὲ τῇ δεῖνι κρήνῃ τρέμων, τὸ γὰρ ὕδωρ καὶ ποθεῖ καὶ δέδοικεν· ἄγε μοι τοῦτον ἐπὶ τὴν τοῦ ποταμοῦ ὄχθην, ἐφʼ ἧς αἱ παλαῖστραι, μόνον εἰπών, ὅτι ὑπʼ ἐμοῦ καλοῖτο. ἑλχθεὶς δʼ ὁ κύων ὑπὸ τοῦ Δάμιδος ὑπεκλίθη τοῖς τοῦ Ἀπολλωνίου ποσίν, ὥσπερ οἱ βώμιοι τῶν ἱκετῶν κλαίων, ὁ δʼ ἡμέρου τε αὐτὸν ἔτι μᾶλλον καὶ τῇ χειρὶ ἐπράυνε, τὸν ἔφηβόν τε ἵστη ἐγγὺς ξυνέχων αὐτός, ὡς δὲ μὴ λάθοι τοὺς πολλοὺς μέγα ἀπόρρητον μεθέστηκε μὲν ἔφη ἐς τὸν παῖδα τοῦτον ἡ Τηλέφου ψυχὴ τοῦ Μυσοῦ, Μοῖραι δʼ ἐπʼ αὐτῷ ταὐτὰ βούλονται, καὶ εἰπὼν ταῦτα ἐκέλευσε τὸν κύνα περιλιχμήσασθαι τὸ δῆγμα, ὡς ἰατρὸς αὐτῷ πάλιν ὁ τρώσας γένοιτο. ἐπεστράφη τὸ ἐντεῦθεν ἐς τὸν πατέρα ὁ παῖς καὶ ξυνῆκε τῆς μητρὸς προσεῖπέ τε τοὺς ἥλικας καὶ ἔπιε τοῦ Κύδνου, περιώφθη δὲ οὐδὲ ὁ κύων, ἀλλὰ κἀκεῖνον εὐξάμενος τῷ ποταμῷ διʼ αὐτοῦ ἧκεν. ὁ δʼ ἐπεὶ διέβη τὸν Κύδνον, ἐπιστὰς τῇ ὄχθῃ φωνήν τε ἀφῆκεν, ὅπερ ἥκιστα περὶ τοὺς λυττῶντας τῶν κυνῶν ξυμβαίνει, καὶ τὰ ὦτα ἀνακλάσας ἔσεισε τὴν οὐρὰν ξυνιεὶς τοῦ ἐρρῶσθαι, φαρμακοποσία γὰρ λύττης ὕδωρ, ἢν θαρσήσῃ αὐτὸ ὁ λυττῶν. Τοιαῦτα τοῦ ἀνδρὸς τὰ ὑπὲρ ἱερῶν τε καὶ πόλεων καὶ τὰ πρὸς δήμους καὶ ὑπὲρ δήμων καὶ τὰ ὑπὲρ τεθνεώτων ἢ νοσούντων καὶ τὰ πρὸς σοφούς τε καὶ μὴ σοφοὺς καὶ τὰ πρὸς βασιλέας, οἳ ξύμβουλον αὐτὸν ἀρετῆς ἐποιοῦντο.
← Önceki 34 / 34

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi