Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

6 ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφίκοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντιστήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον ἢ προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ὃ ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν ἢ οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδείμαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφʼ αἷς ὁ ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.
7 ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον, ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλʼ ἀφιλοτιμότερον τοῦ φιλοσοφίᾳ προσήκοντος· ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδικὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπʼ αὐτοὺς συνεσκευάσθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετατάττειν οἷ βούλεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi