Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 7

14 πρὸς ταῦτα ὁ Ἀπολλώνιος Δάμιδι μὲν ὑπὲρ τῶν παρόντων εὐλαβῶς διειλεγμένῳ ξυγγνώμην ἔφη προσήκει ἔχειν, Ἀσσύριος γὰρ ὢν καὶ Μήδοις προσοικήσας, οὗ τὰς τυραννίδας προσκυνοῦσιν, οὐδὲν ὑπὲρ ἐλευθερίας ἐνθυμεῖται μέγα, σὺ δʼ οὐκ οἶδʼ ὅ τι πρὸς φιλοσοφίαν ἀπολογήσῃ, φόβους ὑποτιθείς, ὧν, εἴ τι καὶ ἀληθὲς ἐφαίνετο, ἀπάγειν ἐχρῆν μᾶλλον ἢ ἔσω καθιστάναι τοῦ φοβεῖσθαι τὸν μηδʼ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα. σοφὸς δʼ ἀνὴρ ἀποθνησκέτω μὲν ὑπὲρ ὧν εἶπας, ἀποθάνοι δʼ ἄν τις ὑπὲρ τούτων καὶ μὴ σοφός, τὸ μὲν γὰρ ὑπὲρ ἐλευθερίας ἀποθνήσκειν νόμῳ προστέτακται, τὸ δʼ ὑπὲρ ξυγγενείας ἢ φίλων ἢ παιδικῶν φύσις ὥρισε, δουλοῦται δὲ ἅπαντας ἀνθρώπους φύσις καὶ νόμος, φύσις μὲν καὶ ἑκόντας, νόμος δὲ ἄκοντας· σοφοῖς δὲ οἰκειότερον τελευτᾶν ὑπὲρ ὧν ἐπετήδευσαν· ἃ γὰρ μὴ νόμου ἐπιτάξαντος, μηδὲ φύσεως ξυντεκούσης αὐτοὶ ὑπὸ ῥώμης τε καὶ θράσους ἐμελέτησαν, ὑπὲρ τούτων, εἰ καταλύοι τις αὐτά, ἴτω μὲν πῦρ ἐπὶ τὸν σοφόν, ἴτω δὲ πέλεκυς, ὡς νικήσει αὐτὸν οὐδὲν τούτων, οὐδὲ ἐς ὁτιοῦν περιελᾷ ψεῦδος, καθέξει δέ, ὁπόσα οἶδε, μεῖον οὐδὲν ἢ ἃ ἐμυήθη. ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὦν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς, τυράννοις δὲ οὐδέν. ὡς δὲ οὐχ ὑπὲρ ἀνοήτων ἥκω, σκοπεῖν ἔξεστιν· ἐγὼ γὰρ περὶ μὲν τῷ ἐμαυτοῦ σώματι κινδυνεύω οὐδέν, οὐδʼ ἀποθάνοιμʼ ἂν ὑπὸ τῆς τυραννίδος, οὐδʼ εἰ αὐτὸς βουλοίμην, ξυνίημι δὲ κινδυνεύων περὶ τοῖς ἀνδράσιν, ὧν εἴτε ἀρχὴν εἴτε προσθήκην ποιεῖταί με ὁ τύραννος, εἰμὶ πᾶν ὅ τι βούλεται. εἰ δὲ προὐδίδουν σφᾶς ἢ βραδύνων ἢ βλακεύων πρὸς τὴν αἰτίαν, τίς ἂν τοῖς σπουδαίοις ἔδοξα; τίς δʼ οὐκ ἂν ἀπέκτεινέ με εἰκότως, ὡς παίζοντα ἐς ἄνδρας, οἷς, ἃ παρὰ τῶν θεῶν ᾔτουν, ἀνετέθη; ὅτι δʼ οὐκ ἦν μοι διαφυγεῖν τὸ μὴ οὐ προδότης δόξαι, δηλῶσαι βούλομαι· τυραννίδων ἤθη διττά, αἱ μὲν γὰρ ἀκρίτους ἀποκτείνουσιν, αἱ δὲ ὑπαχθέντας δικαστηρίοις, ἐοίκασι δʼ αἱ μὲν τοῖς θερμοῖς τε καὶ ἑτοίμοις τῶν θηρίων, αἱ δὲ τοῖς μαλακωτέροις τε καὶ ληθάργοις. ὡς μὲν δὴ χαλεπαὶ ἄμφω, δῆλον πᾶσι παράδειγμα ποιουμένοις τῆς μὲν ὁρμώσης καὶ ἀκρίτου Νέρωνα, τῆς δὲ ὑποκαθημένης Τιβέριον, ἀπώλλυσαν γὰρ ὁ μὲν οὐδʼ οἰηθέντας, ὁ δʼ ἐκ πολλοῦ δείσαντας. ἐγὼ δʼ ἡγοῦμαι χαλεπωτέρας τὰς δικάζειν προσποιουμένας καὶ ψηφίζεσθαί τι ὡς ἐκ τῶν νόμων, πράττουσι μὲν γὰρ κατʼ αὐτοὺς οὐδέν, ψηφίζονται δʼ, ἅπερ οἱ μηδὲν κρίναντες, ὄνομα τῷ διατρίβοντι τῆς ὀργῆς θέμενοι νόμον, τὸ δʼ ἀποθνήσκειν κατεψηφισμένους ἀφαιρεῖται τοὺς ἀθλίους καὶ τὸν παρὰ τῶν πολλῶν ἔλεον, ὃν ὥσπερ ἐντάφιον χρὴ ἐπιφέρειν τοῖς ἀδίκως ἀπελθοῦσι. δικαστικὸν μὲν δὴ τὸ τῆς τυραννίδος ταύτης ὁρῶ σχῆμα, τελευτᾶν δέ μοι δοκεῖ ἐς ἄκριτον, ὧν γὰρ πρὶν ἢ δικάσαι κατεψηφίσατο, τούτους ὡς μήπω δεδικασμένους ὑπάγει τῇ κρίσει, καὶ ὁ μὲν ψήφῳ ἁλοὺς ἐν αὐτῇ δῆλον ὡς ὑπὸ τοῦ μὴ κατὰ νόμους κρίναντος ἀπολωλέναι φησίν, ὁ δʼ ἐκλιπὼν τὸ δικάσασθαι πῶς ἂν διαφύγοι τὸ μὴ οὐκ ἐφʼ ἑαυτὸν ἐψηφίσθαι; τὸ δὲ καὶ τοιῶνδε ἀνδρῶν κειμένων ἐπʼ ἐμοὶ νῦν ἀποδρᾶναι τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα ποῖ με τῆς γῆς ἐάσει καθαρὸν δόξαι; ἔστω γὰρ σὲ μὲν εἰρηκέναι ταῦτα, ἐμὲ δὲ ʽὡσʼ ὀρθῶς εἰρημένοις πείθεσθαι, τοὺς δὲ ἀπεσφάχθαι, τίς μὲν ὑπὲρ εὐπλοίας εὐχὴ τῷ τοιῷδε; ποῖ δὲ ὁρμιεῖται; πορεύσεται δὲ παρὰ τίνα; ἐξαλλάττειν γὰρ χρὴ οἶμαι πάσης, ὁπόσης Ῥωμαῖοι ἄρχουσι, παρʼ ἄνδρας δὲ ἥκειν ἐπιτηδείους τε καὶ μὴ ἐν φανερῷ οἰκοῦντας, τουτὶ δʼ ἂν Φραώτης τε εἴη καὶ ὁ Βαβυλώνιος καὶ Ἰάρχας ὁ θεῖος καὶ Θεσπεσίων ὁ γενναῖος. εἰ μὲν δὴ ἐπʼ Αἰθιόπων στελλοίμην, τί ἄν, ὦ λῷστε, πρὸς Θεσπεσίωνα εἴποιμι; εἴτε γὰρ κρύπτοιμι ταῦτα, ψευδολογίας ἐραστὴς δόξω, μᾶλλον δὲ δοῦλος, εἴτε ἐς ἀπαγγελίαν αὐτῶν ἴοιμι, τοιῶνδέ που δεήσει λόγων· ἐμέ, ὦ Θεσπεσίων, Εὐφράτης πρὸς ὑμᾶς διέβαλεν, ἃ μὴ ἐμαυτῷ ξύνοιδα· ὁ μὲν γὰρ κομπαστὴν ἔφη καὶ τερατώδη με εἶναι καὶ ὑβριστὴν σοφίας, ὁπόση Ἰνδῶν, ἐγὼ δὲ ταυτὶ μὲν οὐκ εἰμί, προδότης δὲ τῶν ἐμαυτοῦ φίλων καὶ σφαγεὺς καὶ οὐδὲν πιστὸν καὶ τὰ τοιαῦτά εἰμι, στέφανόν τε ἀρετῆς, εἴ τις, στεφανωσόμενος ἥκω τοῦτον, ἐπειδὴ τοὺς μεγίστους τῶν κατὰ τὴν Ῥώμην οἴκων οὕτως ἀνεῖλον, ὡς μηδὲ οἰκήσεσθαι αὐτοὺς ἔτι. ἐρυθριᾷς, Δημήτριε, τούτων ἀκούων, ὁρῶ γάρ. τί οὖν, εἰ καὶ Φραώτην ἐνθυμηθείης κἀμὲ παρὰ τὸν ἄνδρα τοῦτον ἐς Ἰνδοὺς φεύγοντα, πῶς μὲν ἂν ἐς αὐτὸν βλέψαιμι; τί δʼ ἂν εἴποιμι ὑπὲρ ὧν φεύγω; μῶν ὡς ἀφικόμην μὲν καλὸς κἀγαθὸς πρότερον καὶ τὸν θάνατον τὸν ὑπὲρ φίλων οὐκ ἄθυμος, ἐπεὶ δὲ ξυνεγενόμην αὐτῷ, τὸ θειότατον τουτὶ τῶν κατὰ ἀνθρώπους ἄτιμον ἔρριψά σοι; ὁ δὲ Ἰάρχας οὐδὲ ἐρήσεται οὐδὲν ἥκοντα, ἀλλʼ ὥσπερ ὁ Αἴολός ποτε τὸν Ὀδυσσέα κακῶς χρησάμενον τῷ τῆς εὐπλοίας δώρῳ ἄτιμον ἐκέλευσε χωρεῖν τῆς νήσου, κἀμὲ δήπου ἀπελᾷ τοῦ ὄχθου, κακὸν εἰπὼν ἐς τὸ Ταντάλειον γεγονέναι πῶμα, βούλονται γὰρ τὸν ἐς αὐτὸ κύψαντα καὶ κινδύνων κοινωνεῖν τοῖς φίλοις. οἶδα, ὡς δεινὸς εἶ, Δημήτριε, λόγους ξυντεμεῖν πάντας, ὅθεν μοι δοκεῖς καὶ τοιοῦτό τι ἐρεῖν πρός με· ἀλλὰ μὴ παρὰ τούτους ἴθι, παρʼ ἄνδρας δέ, οἷς μήπω ἐπέμιξας, καὶ εὖ κείσεταί σοι τὸ ἀποδρᾶναι, ῥᾷον γὰρ ἐν οὐκ εἰδόσι λήσῃ. βασανιζέσθω δὲ καὶ ὅδε ὁ λόγος, ὅπη τοῦ πιθανοῦ ἔχει· δοκεῖ γάρ μοι περὶ αὐτοῦ τάδε· ἐγὼ ἡγοῦμαι τὸν σοφὸν μηδὲν ἰδίᾳ μηδʼ ἐφʼ ἑαυτοῦ πράττειν, μηδʼ ἂν ἐνθυμηθῆναί τι οὕτως ἀμάρτυρον, ὡς μὴ αὐτὸν γοῦν ἑαυτῷ παρεῖναι, καὶ εἴτε Ἀπόλλωνος αὐτοῦ τὸ Πυθοῖ γράμμα, εἴτε ἀνδρὸς ὑγιῶς ἑαυτὸν γνόντος καὶ διὰ τοῦτο γνώμην αὐτὸ ποιουμένου ἐς πάντας, δοκεῖ μοι ὁ σοφὸς ἑαυτὸν γιγνώσκων καὶ παραστάτην ἔχων τὸν ἑαυτοῦ νοῦν μήτʼ ἂν πτῆξαί τι ὧν οἱ πολλοί, μήτʼ ἂν θαρσῆσαί τι ὧν ἕτεροι μὴ ξὺν αἰσχύνῃ ἅπτονται· δοῦλοι γὰρ τῶν τυραννίδων ὄντες καὶ προδοῦναι αὐταῖς ποτε τοὺς φιλτάτους ὥρμησαν, τὰ μὲν μὴ φοβερὰ δείσαντες, ἃ δὲ χρὴ δεῖσαι μὴ φοβηθέντες. σοφία δὲ οὐ ξυγχωρεῖ ταῦτα· πρὸς γὰρ τῷ Πυθικῷ ἐπιγράμματι καὶ τὸ τοῦ Εὐριπίδου ἐπαινεῖ ξύνεσιν ἡγουμένου περὶ τοὺς ἀνθρώπους εἶναι τὴν ἀπολλῦσαν αὐτοὺς ʽνόσονʼ, ἐπειδὰν ἐνθυμηθῶσιν, ὡς κακὰ εἰργασμένοι εἰσίν. ἥδε γάρ που καὶ τῷ Ὀρέστῃ τὰ τῶν Εὐμενίδων εἴδη ἀνέγραφεν, ὅτε δὴ ἐμαίνετο ἐπὶ τῇ μητρί, νοῦς μὲν γὰρ τῶν πρακτέων κύριος, σύνεσις δὲ τῶν ἐκείνῳ δοξάντων. ἢν μὲν δὴ χρηστὰ ἕληται ὁ νοῦς, πέμπει ἤδη τὸν ἄνδρα ἡ ξύνεσις ἐς πάντα μὲν ἱερά, πάσας δὲ ἀγυιάς, πάντα δὲ τεμένη, πάντα δὲ ἀνθρώπων ἤθη κροτοῦσά τε καὶ ᾅδουσα, ἐφυμνήσει δὲ αὐτῷ καὶ καθεύδοντι, παριστᾶσα χορὸν εὔφημον ἐκ τοῦ τῶν ὀνείρων δήμου, ἢν δʼ ἐς φαῦλα ὀλίσθῃ ἡ τοῦ νοῦ στάσις, οὐκ ἐᾷ τοῦτον ἡ ξύνεσις οὔτε ὄμμα ὀρθὸν ἐς ἀνθρώπων τινὰ ἀφεῖναι οὔτε τὸ ἀπʼ ἐλευθέρας γλώττης φθέγμα, ἱερῶν τε ἀπελαύνει καὶ τοῦ εὔχεσθαι, οὐδὲ γὰρ χεῖρα αἴρειν ξυγχωρεῖ ἐς τὰ ἀγάλματα, ἀλλʼ ἐπικόπτει αἴροντας, ὥσπερ τοὺς ἐπανατεινομένους οἱ νόμοι, ἐξίστησι δὲ αὐτοὺς καὶ ὁμίλου παντὸς καὶ δειματοῖ καθεύδοντας, καὶ ἃ μὲν ὁρῶσι μεθʼ ἡμέραν καὶ εἰ δή τινα ἀκούειν ἢ λέγειν οἴονται, ὀνειρώδη καὶ ἀνεμιαῖα ποιεῖ τούτοις, τὰς δὲ ἀμυδρὰς καὶ φαντασιώδεις πτοίας ἀληθεῖς ἤδη καὶ πιθανὰς τῷ φόβῳ. ὡς μὲν δὴ ἐλέγξει με ἡ σύνεσις ἐς εἰδότας τε καὶ μὴ εἰδότας ἥκοντα, προδότης εἰ γενοίμην τῶν ἀνδρῶν, δεδεῖχθαί μοι σαφῶς οἶμαι καὶ ὡς φαίνει ἀλήθεια, προδώσω δὲ οὐδὲ ἐμαυτόν, ἀλλʼ ἀγωνιοῦμαι πρὸς τὸν τύραννον, τὸ τοῦ γενναίου Ὁμήρου ἐπειπών· ξυνὸς Ἐνυάλιος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi