Kitap 7
16
ἀποπλεύσαντες δὲ τῆς Δικαιαρχίας τριταῖοι κατῆραν ἐς τὰς ἐκβολὰς τοῦ Θύμβριδος, ἀφʼ ὧν ξύμμετρος ἐς τὴν Ῥώμην ἀνάπλους. τὸ μὲν δὴ βασίλειον ξίφος ἦν ἐπʼ Αἰλιανῷ τότε, ὁ δʼ ἀνὴρ οὗτος πάλαι τοῦ Ἀπολλωνίου ἤρα ξυγγεγονώς ποτε αὐτῷ κατʼ Αἴγυπτον καὶ φανερὸν μὲν οὐδὲν ὑπὲρ αὐτοῦ πρὸς τὸν Δομετιανὸν ἔλεγεν, οὐ γὰρ ξυνεχώρει ἡ ἀρχή, τὸν γὰρ δοκοῦντα τῷ βασιλεῖ ἀπηχθῆσθαι πῶς μὲν ἂν πρὸς αὐτὸν ἐπῄνεσε, πῶς δʼ ἂν ὡς ἐπιτήδειον ἑαυτῷ παρῃτήσατο; τέχναι μὴν ὁπόσαι εἰσὶν ἀφανῶς ἀμύνουσαι, πάσαις ὑπὲρ αὐτοῦ ἐχρῆτο, ὅς γε καὶ τὸν χρόνον, ὅν, πρὶν ἥκειν, διεβάλλετο ὦ βασιλεῦ, ἔφη κουφολόγον οἱ σοφισταὶ χρῆμα καὶ ἀλαζὼν ἡ τέχνη, καὶ ἐπεὶ μηδὲν χρηστὸν τοῦ εἶναι ἀπολαύουσι, θανάτου γλίχονται, καὶ οὐ περιμένουσιν αὐτοῦ τὸ αὐτόματον, ἀλλʼ ἐπισπῶνται τὸν θάνατον ἐκκαλούμενοι τοὺς ἔχοντας ξίφη. ταῦθʼ ἡγοῦμαι καὶ Νέρωνα ἐνθυμηθέντα μὴ ὑπαχθῆναι ὑπὸ Δημητρίου ἀποκτεῖναι αὐτόν, ἐπεὶ γὰρ θανατῶντα ᾔσθετο, οὐ κατὰ ξυγγνώμην ἐπανῆκεν αὐτῷ τὸν θάνατον, ἀλλὰ καθʼ ὑπεροψίαν τοῦ κτεῖναι. καὶ μὴν καὶ Μουσώνιον τὸν Τυρρηνὸν πολλὰ τῇ ἀρχῇ ἐναντιωθέντα τῇ νήσῳ ξυνέσχεν, ᾗ ὄνομα Γύαρα, καὶ οὕτω τι τῶν σοφιστῶν τούτων ἥττους Ἕλληνες, ὡς τότε μὲν κατὰ ξυνουσίαν αὐτοῦ ἐσπλεῖν πάντας, νυνὶ δὲ κατὰ ἱστορίαν τῆς κρήνης· ἐν γὰρ τῇ νήσῳ ἀνύδρῳ οὔσῃ πρότερον εὕρημα Μουσωνίου κρήνη ἐγένετο, ἣν ᾅδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου.