Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 7

18 ὡς δὲ ἐγένοντο αὐτοί, ἐγώ, ἔφη ὦ Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς ὁ πατὴρ τοῦ βασιλέως ἐπʼ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησόμενος δʼ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν ὁ βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δʼ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ ὅ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, ἣ τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων ἢ πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δʼ ὅπως εὔνους εἰμί, δεδήλωκα, ὁ γὰρ εἰπὼν ἀφʼ ὧν εἴρηκά που τὸ μηδʼ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστʼ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν ὁ κατήγορος ξυντέθεικε, σόφισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ γέγονεν, ὅπως θαρροίης μὲν τὰ ἐπʼ ἐμοὶ ὄντα, προγνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ· ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπʼ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, ἃ μὴ δεῖ, πράττει δʼ αὐτὰ καταρρυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδʼ ὁπότερος ἡμῶν ἀπολεῖται θᾶττον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi