Kitap 7
19
πρὸς ταῦτα ὁ Ἀπολλώνιος ἐπεὶ ὑγιῶς ἔφη διαλεγόμεθα καὶ ὁπόσα καρδία ἴσχει σύ τε εἴρηκας ἐμοί τε εἰπεῖν δίκαιον, φιλοσοφεῖς τε ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων, ὡς οἱ σφόδρα μοι ξυνδιατρίψαντες, καί, νὴ Δία, οὕτω φιλανθρώπως πρὸς ἡμᾶς ἔχεις, ὡς ξυγκινδυνεύειν ἡγεῖσθαί μοι, λέξω τὸν ἐμαυτοῦ νοῦν· ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς ἐς πολλὰ μέρη τῆς γῆς, ἃ μὴ ὑμῶν ἀκροᾶται, παρʼ ἄνδρας τε ἀφικέσθαι σοφοὺς καὶ σοφωτέρους ἢ ἐγώ, θεούς τε θεραπεύειν ξὺν ὀρθῷ λόγῳ βαδίσαντι ἐς ἤθη ἀνθρώπων θεοφιλεστέρων ἢ οἱ ἐνταῦθα, παρʼ οἷς οὔτε ἔνδειξις οὔτε γραφὴ οὐδεμία, δι’ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι δικαστηρίων οὐ δέονται, δείσας δὲ προδότου λαβεῖν αἰτίαν, εἰ φύγοιμι μὲν αὐτὸς τὴν ἀπολογίαν, ἀπόλοιντο δὲ οἱ διʼ ἐμοῦ κινδυνεύοντες, ἥκω ἀπολογησόμενος. ὑπὲρ δὲ ὧν ἀπολογεῖσθαί με δεῖ, φράζε.