Kitap 7
23
διαλεγομένοις δʼ αὐτοῖς ταῦτα προσελθών τις, οἶμαι, Κίλιξ ἐγώ, ἔφη ἄνδρες, ὑπὲρ πλούτου κινδυνεύω. καὶ ὁ Ἀπολλώνιος εἰ μὲν ἀφʼ ὧν οὐ θεμιτόν ἔφη πλουτῶν, οἷον λῃστείας ἢ φαρμάκων, ἃ δὴ ἀνδροφόνα, ἢ τάφους κινήσας, ὅσοι τῶν πάλαι βασιλέων εἰσίν, οἳ πολύχρυσοί τε καὶ θησαυρώδεις, οὐ κρίνεσθαί σε χρὴ μόνον, ἀλλὰ καὶ ἀπολωλέναι, ταυτὶ γὰρ πλοῦτος μέν, ἀλλʼ ἐπίρρητός τε καὶ ὠμός, εἰ δὲ κληρονομήσας ἢ διδούσης ἐμπορίας ἐλευθερίου τε καὶ μὴ καπήλου, τίς οὕτω βαρύς, ὡς ἀφελέσθαι σε νόμου σχήματι τὰ κτηθέντα σοι κατὰ νόμους; τὰ μὲν ὄντα μοι παρὰ πλειόνων ἔφη ξυγγενῶν ἐστιν, ἐς μίαν δʼ οἰκίαν τὴν ἐμὴν ἥκει, χρῶμαι δʼ αὐτοῖς οὔθʼ ὡς ἑτέρων, ἐμὰ γάρ, οὔθʼ ὡς ἐμοῖς, κοινὰ γὰρ πρὸς τοὺς ἀγαθούς ἐστί μοι· διαβάλλουσι δʼ ἡμᾶς οἱ συκοφάνται μὴ ἐπʼ ἀγαθῷ τῆς τυραννίδος ἐκτῆσθαι τὸν πλοῦτον, ἐμοῦ τε γὰρ νεώτερα πειρωμένου πράττειν ἐφόδιον ἂν γενέσθαι αὐτόν, ἑτέρῳ τε, ὅτῳ προσθείμην, ῥοπὴν ἂν οὐ σμικρὰν τἀμὰ εἶναι. μεμαντευμέναι δʼ ἤδη καθʼ ἡμῶν αἰτίαι, ὡς ὕβριν μὲν τίκτει πᾶς ὁ ὑπὲρ τὸ μέτρον πλοῦτος, ὁ δʼ ὑπὲρ τοὺς πολλοὺς τὸν αὐχένα ἵστησι καὶ τὸ φρόνημα ἐγείρει νόμοις τε οὐκ ἐᾷ πείθεσθαι καὶ τοὺς ἄρχοντας, οἳ ἐς τὰ ἔθνη φοιτῶσι, μόνον οὐκ ἐπὶ κόρρης παίει δουλουμένους τοῖς χρήμασιν ἢ ὑπερορῶντας αὐτῶν διὰ τὴν ἰσχὺν τοῦ πλούτου. ἐγὼ δὲ μειράκιον μὲν ὤν, πρὶν οὐσίαν ἑκατὸν ταλάντων ἐκτῆσθαι, κατάγελων ἡγούμην πάντα καὶ σμικρὰ ὑπὲρ τῶν ὄντων ἐδεδίειν, ἐπεὶ δὲ τάλαντά μοι πεντακόσια ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τελευτήσαντος ἐπʼ ἐμοὶ τοῦ πρὸς πατρὸς θείου, τοσοῦτον ἡ γνώμη μετέβαλεν, ὅσον οἱ καταρτύοντες τῶν ἵππων καὶ μεταβάλλοντες τοῦ ἀπαιδεύτου τε καὶ ἀκολάστου ἤθους. ἐπιδιδόντος δέ μοι τοῦ πλούτου καὶ τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐκ θαλάττης φέροντος, οὕτω τι ἐδουλώθην ὑπὸ τοῦ περὶ αὐτὸν δέους, ὡς ἀπαντλεῖν τῆς οὐσίας τὸ μὲν ἐς τοὺς συκοφάντας, οὓς ἔδει μειλίττεσθαι τῇ ἀπομαγδαλιᾷ ταύτῃ, τὸ δὲ ἐς τοὺς ἄρχοντας, ὡς ἰσχὺς πρὸς τοὺς ἐπιβουλεύοντας εἴη μοι, τὸ δὲ ἐς τοὺς ξυγγενεῖς, ὡς μὴ φθονοῖεν τῷ πλούτῳ, τὸ δὲ ἐς τοὺς δούλους, ὡς μὴ κακίους γίγνοιντο ἀμελεῖσθαι φάσκοντες, ἐβουκολεῖτο δέ μοι καὶ ἀγέλη φίλων λαμπρά· προορῶντες γὰρ οὗτοί μου τὰ μὲν αὐτοὶ ἔδρων, τὰ δέ μοι προὔλεγον. ἀλλʼ ὅμως οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι κινδυνεύομεν περὶ αὐτῷ νῦν, καὶ οὔπω δῆλον οὐδʼ εὶ τὸ σῶμα ἀθῶοι μενοῦμεν. καὶ ὁ Ἀπολλώνιος, θάρρει, ἔφη τὸν γὰρ πλοῦτον τοῦ σώματος ἐγγυητὴν ἔχεις· δέδεσαι μὲν γὰρ διʼ αὐτόν, ἀνήσει δέ σε ἀπολυόμενον οὐ μόνον τοῦ δεσμωτηρίου τοῦδε, ἀλλὰ καὶ τοῦ θεραπεύειν τοὺς συκοφάντας τε καὶ τοὺς δούλους, οἷς διʼ αὐτὸν ὑπέκεισο.