Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 7

28 ἐγένετο καὶ ἕτερα ἐν τῷ δεσμωτηρίῳ τούτῳ ἐπεισόδια, τὰ μὲν ἐπιβεβουλευμένα, τὰ δέ, ὡς ξυνέπεσεν, οὔπω μεγάλα, οὐδʼ ἄξια ἐμοὶ σπουδάσαι, Δάμις δέ, οἶμαι, ὑπὲρ τοῦ μὴ παραλελοιπέναι τι αὐτῶν ἐπεμνήσθη, τὰ δὲ λόγου ἐχόμενα· ἑσπέρα μὲν ἦν, καθεῖρκτο δὲ ἡμέραν ἤδη πέμπτην, παρελθὼν δέ τις ἐς τὸ δεσμωτήριον Ἑλληνικὸς τὴν φωνὴν ποῦ ἔφη ὁ Τυανεύς; καὶ ἀπολαβὼν αὐτὸν αὔριον ἔφη διαλέξεταί σοι ὁ βασιλεύς· Αἰλιανοῦ δὲ ταῦτα ἀκηκοέναι δόκει. ξυνίημι ἦ δʼ ὃς τοῦ ἀπορρήτου, μόνου γὰρ δὴ ἐκείνου εἰδέναι αὐτό. καὶ μὴν καὶ τῷ ἐπὶ τοῦ δεσμωτηρίου προείρηται ἔφη πᾶν, εἴ τι βούλοιο, ἐπιτηδείῳ σοι εἶναι. καλῶς μὲν ποιοῦντες ὑμεῖς, εἶπεν ἐγὼ δὲ καὶ τὸν ἐνταῦθα βίον καὶ τὸν ἔξω ταυτὸν πράττω, διαλέγομαι μὲν γὰρ ὑπὲρ τῶν παραπιπτόντων, δέομαι δʼ οὐδενός. οὐδὲ τοῦ ξυμβουλεύσοντος, ἔφη Ἀπολλώνιε, ὡς διαλέξῃ τῷ βασιλεῖ; νὴ Δίʼ εἶπεν εἰ μὴ κολακεύειν πείθοι. τί δʼ, εἰ μὴ ὑπερορᾶν, ἔφη, μηδʼ ὑπερφρονεῖν αὐτοῦ; ἄριστα εἶπε ξυμβουλεύσει καὶ ὡς ἐμαυτὸν πέπεικα. ὑπὲρ τούτων μὲν ἥκω ἔφη καὶ χαίρω παρεσκευασμένον σε ὁρῶν ξυμμέτρως, δεῖ δὲ καὶ πρὸς τὸ φθέγμα τοῦ βασιλέως παρεσκευάσθαι σε καὶ πρὸς τὸ δύστροπον τοῦ προσώπου, φθέγγεται μὲν γὰρ βαρύ, κἂν πρᾴως διαλέγηται, ἡ δʼ ὀφρὺς ἐπίκειται τῷ τοῦ ὀφθαλμοῦ ἤθει, μεστὴ δʼ ἡ παρειὰ χολῆς, τουτὶ γὰρ μάλιστα ἐπιφαίνει. ταῦτα, ὦ Τυανεῦ, μὴ ἐκπληττώμεθα, ἔστι γὰρ φύσεως μᾶλλον καὶ ἀεὶ ὅμοια. καὶ ὁ Ἀπολλώνιος Ὀδυσσεὺς μέντοι ἔφη παριὼν ἐς τὸ τοῦ Πολυφήμου ἄντρον καὶ μήτε ὁπόσος ἐστί, προακηκοὼς πρότερον, μηδʼ οἷα σιτεῖται, μηδʼ ὡς βροντᾷ ἡ φωνή, ἐθάρρησέ τε αὐτὸν καίτοι ἐν ἀρχῇ δείσας καὶ ἀπῆλθε τοῦ ἄντρου ἀνὴρ δόξας, ἐμοὶ δὲ ἐξελθεῖν αὔταρκες ἐμαυτόν τε σώσαντα καὶ τοὺς ἑταίρους, ὑπὲρ ὧν κινδυνεύω. τοιαῦτα διαλεχθεὶς πρὸς τὸν ἥκοντα καὶ ἀπαγγείλας αὐτὰ πρὸς τὸν Δάμιν ἐκάθευδεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi