Kitap 7
29
περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασιλείων δικῶν κελεύει σε ὁ βασιλεὺς, ἔφη ὦ Ἀπολλώνιε, περὶ πλήθουσαν ἀγορὰν ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλʼ ἰδεῖν τέ σε, ὅστις ὢν τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ. τί οὖν εἶπεν ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ; οὐ γὰρ σὺ ἔφη Ἀπολλώνιος; νὴ Δίʼ, εἶπεν ὁ Τυανεύς γε. πρὸς τίνα οὖν ἔφη ταῦτα εἴπω; πρὸς τοὺς ἄξοντάς με, εἶπε χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν. προστέτακται ἔφη προτέροις γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ μάλα ἑσπέρας προστέτακται.
30
ὁ μὲν δὴ ἀπῆλθεν, ὁ δʼ Ἀπολλώνιος ἀναπαύσας ἑαυτὸν ἐπὶ τῆς κλίνης ὕπνου ἔφη δέομαι, Δάμι, χαλεπὴ γάρ μοι ἡ νὺξ γέγονεν ἀναμνησθῆναι βουλομένῳ ὧν Φραώτου ποτὲ ἤκουσα. καὶ μὴν ἐγρηγορέναι τε εἶπεν ἐχρῆν μᾶλλον καὶ ξυντάττειν ἑαυτὸν ἐς τὸ παρηγγελμένον μέγα οὕτως ὄν. καὶ πῶς ἂν ξυνταττοίμην ἔφη μηδέ, τί ἐρήσεται, εἰδώς; αὐτοσχεδιάσεις οὖν εἶπεν ὑπὲρ τοῦ βίου; νὴ Δίʼ, ἔφη ὦ Δάμι, αὐτοσχεδίῳ γὰρ αὐτῷ χρῶμαι. ἀλλʼ ὅ γε ἀνεμνήσθην τοῦ Φραώτου βούλομαι διελθεῖν πρὸς σέ, χρηστὸν γὰρ ἐς τὰ παρόντα καὶ σοὶ δόξει· τοὺς λέοντας, οὓς τιθασεύουσιν ἄνθρωποι, κελεύει Φραώτης μήτε παίειν, μνησικακεῖν γὰρ αὐτούς, εἰ παίοιντο, μήτε θεραπεύειν, ἀγερώχους γὰρ ἐκ τούτου γίγνεσθαι, ξὺν ἀπειλῇ δὲ μᾶλλον καταψῶντας ἐς εὐάγωγα ἤθη ἄγειν. τοῦτο δὲ οὐχ ὑπὲρ τῶν λεόντων εἶπεν, οὐ γὰρ ὑπὲρ θηρίων ἀγωγῆς ἐσπουδάζομεν, ἀλλʼ ἡνίαν ἐπὶ τοὺς τυράννους διδούς, ᾗ χρωμένους οὐκ ἂν ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου. ἄριστα μὲν ἔφη ὁ λόγος οὗτος ἐς τὰ τυράννων ἤθη εἴρηται, ἀλλʼ ἔστι τις καὶ παρὰ τῷ Αἰσώπῳ λέων ὁ ἐν τῷ σπηλαίῳ, φησὶ δʼ αὐτὸν ὁ Αἴσωπος οὐ νοσεῖν μέν, δοκεῖν δέ, καὶ τῶν θηρίων, ἃ ἐφοίτα παρʼ αὐτόν, ἅπτεσθαι, τὴν δὲ ἀλώπεκα τί τούτῳ χρησόμεθα, εἰπεῖν, παρʼ οὗ μηδὲ ἀναλύει τις, μηδὲ δείκνυταί τι τῶν ἐξιόντων ἴχνος; καὶ ὁ Ἀπολλώνιος ἀλλʼ ἐγὼ ἔφη σοφωτέραν τὴν ἀλώπεκα ἡγούμην ἄν, εἰ παρελθοῦσα ἔσω μὴ ἥλω, ἀλλʼ ἐξῆλθε τοῦ σπηλαίου τὰ ἴχνη τὰ ἑαυτῆς δεικνῦσα.