Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 7

31 ταῦτα εἰπὼν ὕπνου ἔσπασε κομιδῇ βραχὺ καὶ ὅσον ἐπʼ ὀφθαλμοὺς ἦλθεν, ἡμέρα δʼ ὡς ἐγένετο, προσευξάμενος τῷ Ἡλίῳ, ὡς ἐν δεσμωτηρίῳ εἰκός, διελέγετο τοῖς προσιοῦσιν, ὁπόσα ἠρώτων, καὶ οὕτως ἀγορᾶς πληθούσης ἀφικνεῖται γραμματεὺς κελεύων ἐπὶ θύρας ἤδη εἶναι μὴ καὶ θᾶττον ἔφη ἐσκληθῶμεν. ὁ δὲ εἰπὼν ἴωμεν ξὺν ὁρμῇ προῆλθε. πορευομένῳ δʼ αὐτῷ δορυφόροι ἐπηκολούθουν τέτταρες πλέον ἀπέχοντες ἢ οἱ φυλακῆς ἕνεκα ὁμαρτοῦντες, ἐφείπετο δὲ καὶ ὁ Δάμις δεδιὼς μέν, ξυννοοῦντι δʼ ὅμοιος. ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον ἅπαντες, αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις, καὶ αὐτὸ δὲ τὸ ἥκειν ὑπὲρ ἀνδρῶν κινδυνεύσοντα καὶ τοὺς βασκαίνοντας αὐτῷ πρότερον ἐπιτηδείους ἐποίει τότε. προσεστὼς δὲ τοῖς βασιλείοις καὶ τοὺς μὲν θεραπευομένους ὁρῶν, τοὺς δὲ θεραπεύοντας, ἐσιόντων τε καὶ ἐξιόντων κτύπον δοκεῖ μοι, ἔφη ὦ Δάμι, βαλανείῳ ταῦτα εἰκάσθαι, τοὺς μὲν γὰρ ἔξω ἔσω ὁρῶ σπεύδοντας, τοὺς δὲ ἔσω ἔξω, παραπλήσιοι δέ εἰσιν οἱ μὲν ἐκλελουμένοις, οἱ δʼ ἀλούτοις. τὸν λόγον τοῦτον ἄσυλον κελεύω φυλάττειν καὶ μὴ τῷ δεῖνι ἢ τῷ δεῖνι προσγράφειν αὐτὸν οὕτω τι Ἀπολλωνίου ὄντα, ὡς καὶ ἐς ἐπιστολὴν αὐτῷ ἀναγεγράφθαι. ἰδὼν δέ τινα μάλα πρεσβύτην ἐπιθυμοῦντα μὲν ἄρχειν, διʼ αὐτὸ δὲ τοῦτο ἀρχόμενον καὶ θεραπεύοντα τὸν βασιλέα τοῦτον, ἔφη ὦ Δάμι, οὐδὲ Σοφοκλῆς πω πέπεικε τὸν λυττῶντά τε καὶ ἄγριον δεσπότην ἀποφυγεῖν. ὃν ἡμεῖς, εἶπεν Ἀπολλώνιε, καὶ αὐτοὶ ᾑρήμεθα· ταῦτά τοι καὶ προσεστήκαμεν θύραις τοιαύταις. δοκεῖς μοι ἔφη ὦ Δάμι, καὶ τὸν Αἰακόν, ὅσπερ ἐν Αἵδου λέγεται, φρουρὸν ἡγεῖσθαι τουτωνὶ τῶν πυλῶν εἶναι, τεθνεῶτι γὰρ δὴ ἔοικας. οὐ τεθνεῶτι, ἔφη τεθνηξομένῳ δέ. καὶ ὁ Ἀπολλώνιος, ἀφυής, εἶπεν ὦ Δάμι, πρὸς τὸν θάνατον εἶναί μοι φαίνῃ, καίτοι ξυνών μοι χρόνον, ἐκ μειρακίου φιλοσοφῶν, ἐγὼ δὲ ᾤμην παρεσκευάσθαι τέ σε πρὸς αὐτὸν καὶ τὴν ἐν ἐμοὶ τακτικὴν εἰδέναι πᾶσαν, ὥσπερ γὰρ τοῖς μαχομένοις καὶ ὁπλιτεύουσιν οὐκ εὐψυχίας δεῖ μόνον, ἀλλὰ καὶ τάξεως ἑρμηνευούσης τοὺς καιροὺς τῆς μάχης, οὕτω καὶ τοῖς φιλοσοφοῦσιν ἐπιμελητέα τῶν καιρῶν, ἐν οἷς ἀποθανοῦνται, ὡς μὴ ἄτακτοι, μηδὲ θανατῶντες, ξὺν ἀρίστῃ δʼ αἱρέσει ἐς αὐτοὺς φέροιντο. ὅτι δὲ ἄριστά τε καὶ κατὰ τὸν προσήκοντα φιλοσοφίᾳ καιρὸν εἱλόμην ἀποθνήσκειν, εἴ τις ἀποκτείνειν βούλοιτο, ἑτέροις τε ἀπολελόγημαι σοῦ παρόντος, αὐτόν τε σὲ διδάσκων ἀπείρηκα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi