Kitap 7
3
Ἀπολλωνίου, κἂν ἄριστα ἑτέρων φαίνηται· τὸ μὲν τοίνυν τοῦ Ἐλεάτου ἔργον καὶ οἱ τὸν Κότυν ἀπεκτονότες οὔπω ἀξιόλογα, Θρᾷκας γὰρ καὶ Γέτας δουλοῦσθαι μὲν ῥᾴδιον, ἐλευθεροῦν δὲ εὔηθες, οὐδὲ γὰρ τῇ ἐλευθερίᾳ χαίρουσιν, ἅτε, οἶμαι, οὐκ αἰσχρὸν ἡγούμενοι τὸ δουλεύειν. Πλάτων δὲ ὡς μὲν οὐ σοφόν τι ἔπαθε τὰ ἐν Σικελίᾳ διορθούμενος μᾶλλον ἢ τὰ Ἀθήνησιν, ἢ ὡς εἰκότως ἐπράθη σφαλείς τε καὶ σφήλας, οὐ λέγω διὰ τοὺς δυσχερῶς ἀκροωμένους. τὰ δὲ τοῦ Ῥηγίνου πρὸς Διονύσιον μὲν ἐτολμᾶτο τυραννεύοντα οὐ βεβαίως Σικελίας, ὁ δʼ ὑπʼ ἐκείνου πάντως ἀποθανὼν ἄν, εἰ καὶ μὴ ὑπὸ Ῥηγίνων ἐβλήθη, θαυμαστόν, οἶμαι, οὐδὲν ἔπραττε τὸν ὑπὲρ τῆς ἑτέρων ἐλευθερίας θάνατον μᾶλλον ἢ τὸν ὑπὲρ τῆς αὑτοῦ δουλείας αἱρούμενος. Καλλισθένης δὲ τὸ δόξαι κακὸς οὐδʼ ἂν νῦν διαφύγοι, τοὺς γὰρ αὐτοὺς ἐπαινέσας καὶ διαβαλὼν ἢ διέβαλεν, οὓς ἐνόμισεν ἐπαίνων ἀξίους, ἢ ἐπῄνεσεν, οὓς ἐχρῆν διαβάλλοντα φαίνεσθαι, καὶ ἄλλως ὁ μὲν καθιστάμενος ἐς τὸ λοιδορεῖσθαι τοῖς ἀγαθοῖς ἀνδράσιν οὐκ ἔχει ἀποδρᾶναι τὸ μὴ οὐ δόξαι βάσκανος, ὁ δὲ τοὺς πονηροὺς κολακεύων ἐπαίνοις αὐτὸς ἀποίσεται τὴν αἰτίαν τῶν ἁμαρτηθέντων σφίσιν, οἱ γὰρ κακοὶ κακίους ἐπαινούμενοι. Διογένης δὲ πρὸ Χαιρωνείας μὲν εἰπὼν ταῦτα πρὸς τὸν Φίλιππον κἂν ἐφύλαξε τὸν ἄνδρα καθαρὸν τῶν ἐπʼ Ἀθηναίους ὅπλων, εἰργασμένοις δʼ ἐπιστὰς ὠνείδιζε μέν, οὐ μὴν διωρθοῦτο. Κράτης δὲ καὶ αἰτίαν ἂν λάβοι πρὸς ἀνδρὸς φιλοπόλιδος μὴ ξυναράμενος Ἀλεξάνδρῳ τῆς βουλῆς, ᾗ ἐς τὸ ἀνοικίσαι τὰς Θήβας ἐχρῆτο. Ἀπολλώνιος δὲ οὔθʼ ὑπὲρ πατρίδος κινδυνευούσης δείσας οὔτε τοῦ σώματος ἀπογνοὺς οὔτʼ ἐς ἀνοήτους ὑπαχθεὶς λόγους οὔθʼ ὑπὲρ Μυσῶν ἢ Γετῶν οὔτε πρὸς ἄνδρα, ὃς ἦρχε νήσου μιᾶς ἢ χώρας οὐ μεγάλης, ἀλλʼ ὑφʼ ᾧ θάλαττά τε ἦν καὶ γῆ πᾶσα, πρὸς τοῦτον, ἐπειδὴ πικρῶς ἐτυράννευε, παρέταττεν ἑαυτὸν ὑπὲρ τοῦ τῶν ἀρχομένων κέρδους, χρησάμενος μὲν τῇ διανοίᾳ ταύτῃ καὶ πρὸς Νέρωνα, ἡγείσθω δʼ οὖν τις ἀκροβολισμοὺς