Kitap 7
36
δυοῖν γὰρ ἡμέραιν δεδεμένου τοῦ ἀνδρὸς ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν· ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα, καθεῖτο δʼ, ὥσπερ ὁ πρότερος, ἀλλʼ ὑπὲρ πιθανωτέρων οὗτος. ὁ μὲν γὰρ πόρρωθεν, ὁ δʼ ἐκ τῶν παρόντων ἑλὼν ὦ θεοί, ἔφη τίς ἂν ᾠήθη δεθῆναι Ἀπολλώνιον; ὁ δήσας, εἶπεν οὐ γὰρ ἄν, εἰ μὴ ᾠήθη, ἔδησε. τίς δʼ ἂν τὰς ἀμβροσίας ποτὲ ἀποτμηθῆναι χαίτας; ἐγὼ εἶπεν ὁ κομῶν. φέρεις δὲ πῶς ταῦτα; ὥς γε εἰκὸς εἶπε τὸν μήθʼ ἑκουσίως μήτʼ ἀκουσίως ἐς αὐτὰ ἥκοντα. τὸ δὲ σκέλος πῶς ἔφη καρτερεῖ; οὐκ οἶδα, εἶπεν ὁ γὰρ νοῦς πρὸς ἑτέροις ἐστί. καὶ μὴν πρὸς τῷ ἀλγοῦντι ἔφη ὁ νοῦς. οὐ μὲν οὖν, εἶπε νοῦς μὲν γὰρ ὅ γʼ ἐν ἀνδρὶ τοιῷδε ἢ οὐκ ἀλγήσει ἢ τὸ ἀλγοῦν παύσει. τί δὲ δὴ ἐνθυμεῖται ὁ νοῦς; αὐτὸ εἶπε τὸ μὴ ἐννοεῖν ταῦτα. πάλιν δʼ αὐτοῦ τὰς χαίτας ἀνακαλοῦντος καὶ περιάγοντος ἐς αὐτὰς τὸν λόγον, ὤνησαι, ἔφη νεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος, ὡς σφόδρα ἄν μοι δοκεῖς τὰς Ἀχιλλείους κόμας ὀλοφύρασθαι Πατρόκλῳ τμηθείσας, εἰ δὴ ἐτμήθησαν, καὶ λειποθυμῆσαι δʼ ἂν ἐπʼ αὐταῖς· ὃς γὰρ τὰς ἐμάς, ἐν αἷς πολιαί τε ἦσαν καὶ αὐχμός, ἐλεεῖν φάσκεις, τί οὐκ ἂν πρὸς ἐκείνας ἔπαθες τὰς ἠσκημένας τε καὶ ξανθάς; τῷ δὲ ἄρα ξὺν ἐπιβουλῇ ταῦτα ἐλέγετο, ἵνʼ ὑπὲρ ὧν ἀλγεῖ μάθοι, καὶ νὴ Δία, εἰ λοιδορεῖται τῷ βασιλεῖ ὑπὲρ ὧν πέπονθεν· ἀνακοπεὶς δʼ ὑφʼ ὧν ἤκουσε διαβέβλησαι, ἔφη πρὸς τὸν βασιλέα περὶ πλειόνων, μάλιστα δʼ ὑπὲρ ὧν οἱ περὶ Νερούαν ὡς ἀδικοῦντες φεύγουσιν, ἀφίκοντο μὲν γάρ τινες ἐς αὐτὸν διαβολαὶ καὶ περὶ τῶν ἐν Ἰωνίᾳ λόγων, οὓς ἀντιξόως τε αὐτῷ καὶ ἀπηχθημένως εἶπας, καταφρονεῖ δὲ τούτων, ὥς φασιν, ἐπειδὴ πρὸς τὰ μείζω παρώξυνται, καίτοι τοῦ κἀκεῖνα διαβάλλοντος ἀνδρὸς ὑψοῦ προήκοντος τῆς δόξης. οἷον ἔφη Ὀλυμπιονίκην εἴρηκας, εἰ δόξης φησὶν ἅπτεσθαι διαβολαῖς ἰσχύων. ξυνίημι δʼ, ὡς ἔστιν Εὐφράτης, ὃν ἐγὼ οἶδα πάντʼ ἐπʼ ἐμὲ πράττοντα, ἠδίκημαι δʼ ὑπʼ αὐτοῦ καὶ μείζω ἕτερα· αἰσθόμενος γάρ ποτε φοιτήσειν μέλλοντα παρὰ τοὺς ἐν Αἰθιοπίᾳ Γυμνοὺς ἐς διαβολάς μου πρὸς αὐτοὺς κατέστη, καὶ εἰ μὴ τῆς ἐπιβουλῆς ξυνῆκα, τάχʼ. ἂν ἀπῆλθον μηδʼ ἰδὼν τοὺς ἄνδρας. θαυμάσας οὖν ὁ Συρακούσιος τὸν λόγον εἶτʼ ἔφη τοῦ διαβληθῆναι βασιλεῖ μεῖζον ἡγῇ τὸ τοῖς Γυμνοῖς μὴ χρηστὸς ἂν ἐξ ὧν Εὐφράτης καθίει δόξαι; νὴ Δίʼ, εἶπεν ἐκεῖ μὲν γὰρ μαθησόμενος ἦα, ἐνταῦθα δὲ ὑπὲρ διδασκαλίας ἥκω. τῆς τί ἔφη διδασκούσης; τὸ εἶναί με εἶπε καλὸν κἀγαθόν, τουτὶ δὲ ὁ βασιλεὺς οὔπω οἶδεν. ἀλλʼ ἔστιν ἔφη τὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐτόν, ἃ καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδʼ ἂν ἐδέθης. ξυνιεὶς οὖν τοῦ Συρακουσίου ξυνελαύνοντος αὐτὸν ἐς τὸν ὅμοιον τῷ βασιλεῖ λόγον οἰομένου τε, ὡς ἀπαγορεύων πρὸς τὰ δεσμὰ ψεύσεταί τι κατὰ τῶν ἀνδρῶν ὦ βέλτιστε, εἶπεν εἰ τἀληθῆ πρὸς Δομετιανὸν εἰπὼν ἐδέθην, τί πείσομαι μὴ ἀληθεύσας; ἐκείνῳ μὲν γὰρ τἀληθὲς δοκεῖ δεσμῶν ἄξιον, ἐμοὶ δὲ τὸ ψεῦδος.