Kitap 7
40
Ἐνδειξαμένου δὲ τοῦ Ἀπολλωνίου τῷ Δάμιδι ἑαυτὸν καὶ πλείω διαλεχθέντος, ἐπέστη τις περὶ μεσημβρίαν σημαίνων ἀπὸ γλώττης τοσαῦτα· ἀφίησί σε ὁ βασιλεύς, Ἀπολλώνιε, τούτων τῶν δεσμῶν Αἰλιανοῦ ξυμβουλεύσαντος, τὸ δὲ ἐλευθέριον δεσμωτήριον ξυγχωρεῖ οἰκεῖν, ἔστʼ ἄν ᾖ ἡ ἀπολογία, ἐς ἡμέραν δὲ ἴσως ἀπολογήσῃ πέμπτην. τίς οὖν ἔφη ὁ μετασκευάσων με ἐνθένδε; ἐγώ, εἶπε καὶ ἕπου. καὶ ἰδόντες αὐτὸν οἱ ἐν τῷ ἐλευθερίῳ δεσμωτηρίῳ περιέβαλλον πάντες, ὡς οὐδʼ οἰηθεῖσιν αὐτοῖς ἐπανήκοντα. ὃν γὰρ δὴ πόθον ἴσχουσι πατρὸς παῖδες ἐς νουθετήσεις καθισταμένου σφίσιν ἡδείας τε καὶ ξυμμέτρους ἢ τὰ ἐφʼ ἡλικίας ἀφερμηνεύοντος, τὸν αὐτὸν κἀκεῖνοι τοῦ Ἀπολλωνίου εἶχον καὶ ὡμολόγουν ταῦτα, ὁ δʼ οὐκ ἐπαύετο ἀεί τι ξυμβουλεύων.
41
καλέσας δὲ τῆς ὑστεραίας τὸν Δάμιν ἐμοὶ μὲν ἔφη τὰ τῆς ἀπολογίας ἐς τὴν προειρημένην ἡμέραν ἔσται, σὺ δὲ τὴν ἐπὶ Δικαιαρχίας βάδιζε, λῷον γὰρ πεζῇ ἰέναι, κἂν προσείπῃς Δημήτριον, στρέφου περὶ τὴν θάλατταν, ἐν ᾗ ἐστιν ἡ Καλυψοῦς νῆσος, ἐπιφανέντα γάρ με ἐκεῖ ὄψει. ζῶντα ἔφη ὁ Δάμις ἢ τί; γελάσας δὲ ὁ Ἀπολλώνιος ὡς μὲν ἐγὼ οἶμαι, ζῶντα, εἶπεν ὡς δὲ σὺ οἴει, ἀναβεβιωκότα. ὁ μὲν δὴ ἀπελθεῖν φησιν ἄκων καὶ μήτʼ ἀπογιγνώσκων ὡς ἀπολουμένου μήτʼ εὔελπις ὡς οὐκ ἀπολεῖται. καὶ τριταῖος μὲν ἐλθεῖν ἐς Δικαιαρχίαν, ἀκοῦσαι δὲ καὶ περὶ τοῦ χειμῶνος, ὃς περὶ τὰς ἡμέρας ἐκείνας ἐγένετο, ὅτι πνεῦμα ὕπομβρον καταῤῥαγὲν τῆς θαλάσσης τὰς μὲν κατέδυσε τῶν νεῶν, αἳ ἐκεῖσε ἔπλεον, τὰς δὲ ἐς Σικελίαν τε καὶ τὸν πορθμὸν ἀπεώσατο, καὶ ξυνεῖναι τότε ὑπὲρ ὅτου ἐκέλευσεν αὐτὸν πεζῇ κομίζεσθαι.