Kitap 7
42
τὰ ἐπὶ τούτοις ἀναγράφει Δάμις ἐξ ὧν Ἀπολλωνίου φησὶν ἀκηκοέναι πρὸς Δημήτριόν τε καὶ πρὸς αὐτὸν εἰπόντος. μειράκιον μὲν γὰρ ἐκ Μεσσήνης τῆς ἐν Ἀρκαδίᾳ περίβλεπτον ὥρᾳ ἀφικέσθαι ἐς τὴν Ῥώμην, ἐρᾶν δʼ αὐτοῦ πολλοὺς μέν, Δομετιανὸν δὲ παρὰ πάντας, τοὺς δʼ οὕτως ἐρᾶν, ὡς μηδὲ τὸ ἀντερᾶν ἐκείνῳ δεδιέναι. ἀλλʼ ἐσωφρόνει τὸ μειράκιον καὶ ἐφείδετο τῆς ἑαυτοῦ ὥρας. εἰ μὲν δὴ χρυσοῦ κατεφρόνησεν ἢ χρημάτων ἢ ἵππων ἢ τοιῶνδε δελεασμάτων, οἷς ὑπάγονται τὰ παιδικὰ ἔνιοι, μὴ ἐπαινῶμεν, χρὴ γὰρ οὕτω παρεσκευάσθαι τὸν ἄνδρα, ὁ δὲ μειζόνων ἀξιωθεὶς ἂν ἢ ὁμοῦ πάντες, οὓς ὀφθαλμοὶ βασιλέων ἐσπάσαντο, οὐκ ἠξίου ἑαυτὸν ὧν ἠξιοῦτο. ἐδέθη τοίνυν, τουτὶ γὰρ τῷ ἐραστῇ ἔδοξε. καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ, βουλομένῳ μέν τι λέγειν ἐῴκει, αἰδῶ δὲ ξύμβουλον σιωπῆς ἔχων οὔπω ἐθάρρει· ξυνεὶς οὖν ὁ Ἀπολλώνιος σὺ μὲν οὐδʼ ἡλικίαν πω τοῦ ἀδικεῖν ἄγων καθεῖρξαι, ἔφη καθάπερ ἡμεῖς οἱ δεινοί. καὶ ἀποθανοῦμαί γε, εἶπε τὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφʼ ἡμῶν νόμοι. καὶ οἱ ἐπὶ Θησέως, εἶπε τὸν γὰρ Ἱππόλυτον ἐπὶ σωφροσύνῃ ἀπώλλυ ὁ πατὴρ αὐτός. κἀμὲ εἶπεν ὁ πατὴρ ἀπολώλεκεν. ὄντα γάρ με Ἀρκάδα ἐκ Μεσσήνης οὐ τὰ Ἑλλήνων ἐπαίδευσεν, ἀλλʼ ἐνταῦθα ἔστειλε μαθησόμενον ἤθη νομικά, καί με ὑπὲρ τούτων ἥκοντα ὁ βασιλεὺς κακῶς εἶδεν. ὁ δʼ ὥσπερ οὐ ξυνιείς, ὃ λέγει, εἰπέ μοι, ἔφη μειράκιον, μὴ γλαυκὸν ἡγεῖταί σε ὁ βασιλεὺς καίτοι μελανόφθαλμον, ὡς ὁρῶ, ὄντα, ἢ στρεβλὸν τὴν ῥῖνα καίτοι τετραγώνως ἔχοντα, καθάπερ τῶν ἑρμῶν οἱ γεγυμνασμένοι, ἢ τὴν κόμην ἕτερόν τι παρʼ ὅ ἐστιν; ἔστι δʼ, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα, καὶ μὴν καὶ τὸ στόμα οὕτω ξύμμετρον, ὡς καὶ σιωπῇ πρέπειν καὶ λόγῳ, δέρη τε οὕτως ἐλευθέρα καὶ φρονοῦσα. τί οὖν ἕτερον τούτων ὁ βασιλεὺς ἡγήσεταί σε, ἐπειδὴ κακῶς ὑπʼ αὐτοῦ λέγεις ὀφθῆναι; αὐτό με τοῦτο ἀπολώλεκεν, ὑπαχθεὶς γάρ μου ἐρᾶν οὐ φείδεται ὧν ἐπαινεῖ, ἀλλʼ αἰσχύνειν διανοεῖταί με, ὥσπερ οἱ τῶν γυναικῶν ἐρῶντες. ἀγασθεὶς δʼ αὐτὸν ὁ Ἀπολλώνιος τὸ μὲν ξυγκαθεύδειν ὅ τι ἡγοῖτο καὶ εἰ αἰσχρὸν τοῦτο ἢ μή, καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων παρῆκεν, ἐπειδήπερ ἐρυθριῶντα ἑώρα τὸν Ἀρκάδα καὶ κεκοσμημένως φθεγγόμενον, ἤρετο δʼ αὐτὸν ὧδε· κέκτησαί τινας ἐν Ἀρκαδίᾳ δούλους; νὴ Δίʼ, ἔφη πολλούς γε. τούτων οὖν εἶπε τίνα ἡγῇ σεαυτόν; ὅνγε, ἔφη οἱ νόμοι, δεσπότης γὰρ αὐτῶν εἰμι. δεσποτῶν δʼ, εἶπεν ὑπηκόους εἶναι δούλους χρὴ ἢ ἀπαξιοῦν, ἃ δοκεῖ τοῖς τοῦ σώματος κυρίοις; ὁ δʼ ἐνθυμηθεὶς ἐς οἵαν ἀπόκρισιν περιάγοιτο ἡ μὲν τῶν τυράννων ἰσχὺς ἔφη ὡς ἄμαχός τε καὶ χαλεπή, οἶδα, διʼ αὐτὸ γάρ που καὶ δεσπόζειν τῶν ἐλευθέρων βούλονται, τοῦ δʼ ἐμοῦ σώματος ἐγὼ δεσπότης καὶ φυλάξω αὐτὸ ἄσυλον. πῶς; εἶπε πρὸς ἐραστὴν γὰρ ὁ λόγος κωμάζοντα μετὰ ξίφους ἐπὶ τὴν σὴν ὥραν. τὸν τράχηλον ἔφη ὑποσχὼν μᾶλλον, ἐκείνου γὰρ δεῖ τῷ ξίφει. ἐπαινέσας δὲ αὐτὸν ὁ Ἀπολλώνιος Ἀρκάδα σε ἔφη ὁρῶ. καὶ μὴν τοῦ μειρακίου τούτου καὶ ἐν ἐπιστολῇ μέμνηται καὶ διαγράφει αὐτὸ πολλῷ ἥδιον ἢ ἐγὼ ἐνταῦθα σωφροσύνης τε ἐπαινῶν πρὸς ὃν γράφει φησὶ τὸ μειράκιον τοῦτο μηδʼ ἀποθανεῖν ὑπὸ τοῦ τυράννου, θαυμασθὲν δὲ τῆς ῥώμης ἐπὶ Μαλέαν πλεῦσαι ζηλωτὸν τοῖς ἐν Ἀρκαδίᾳ μᾶλλον ἢ οἱ τὰς τῶν μαστίγων καρτερήσεις παρὰ Λακεδαιμονίοις νικῶντες.