Kitap 7
8
ἀρχῇ πρέπειν ἐδόκει Νερούας, ἧς μετὰ Δομετιανὸν σωφρόνως ἥψατο, ἦν δὲ καὶ περὶ Ὄρφιτόν τε καὶ Ῥοῦφον ἡ αὐτὴ δόξα. τούτους Δομετιανὸς ἐπιβουλεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα. ὢν δὲ ἐπιτήδειος αὐτοῖς ὁ Ἀπολλώνιος τὸν μὲν χρόνον, ὃν Τίτος ὁμοῦ τῷ πατρὶ καὶ μετὰ τὸν πατέρα ἦρχεν, ἀεί τι ὑπὲρ σωφροσύνης ἐπέστελλε τοῖς ἀνδράσι προσποιῶν αὐτοὺς τοῖς βασιλεῦσιν ὡς χρηστοῖς, Δομετιανοῦ δέ, ἐπεὶ χαλεπὸς ἦν, ἀφίστη τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας ἐρρώννυ. τὰς μὲν δὴ ἐπιστολιμαίους ξυμβουλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, πολλοὺς γὰρ τῶν ἐν δυνάμει καὶ δοῦλοι προὔδοσαν καὶ φίλοι καὶ γυναῖκες καὶ οὐδὲν ἀπόρρητον ἐχώρησε τότε οἰκία, τῶν δὲ αὑτοῦ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων διάκονον εἶπεν ἂν ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ· βαδίσαι δὲ χρὴ ἐς τὴν Ῥώμην παρὰ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ καὶ γενέσθαι πρὸς τὴν πειθὼ τοῦ ἀνδρὸς πᾶν ὅ τι ἐγώ. ἐπεὶ δὲ ἤκουσεν, ὅτι φεύγοιεν ὁρμῆς μὲν ἐνδειξάμενοί τι ἐπὶ τὸν τύραννον, ὄκνῳ δʼ ἐκπεσόντες ὧν διενοήθησαν, διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης περὶ τὸ νέμος τῆς Σμύρνης,
9
ἐν ᾧ ὁ Μέλης, εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι, διῄει τὸν λόγον καὶ ὅτι μηδʼ οἱ τύραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας ἀνόητε, εἶπεν ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀποκτείνῃς, ἀναβιώσεται. ταῦτα ἐς Δομετιανὸν ἀφίκετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον ἀπολογησόμενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀπορρήτων· ἢ γὰρ ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπεκτονέναι δόξειν, ἀλλʼ ἐν ἐκείνῳ ἑαλωκότας, ἢ εἰ σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπολεῖσθαι σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοινωνοῦ τῆς αἰτίας.