Kitap 7
10
διανοουμένου δὲ αὐτοῦ ταῦτα καὶ γράφοντος ἤδη πρὸς τὸν τῆς Ἀσίας ἄρχοντα, ὡς ξυλληφθείη τε καὶ ἀναχθείη, προεῖδε μὲν ὁ Τυανεὺς πάντα δαιμονίως τε καὶ ὥσπερ εἰώθει, πρὸς δὲ τοὺς ἑταίρους εἰπὼν δεῖσθαι ἀποδημίας ἀπορρήτου, τοὺς μὲν ἐσῆλθεν Ἀβάριδος τοῦ ἀρχαίου δόξα, καὶ ὅτι ἐς τοιόνδε τι ὡρμήκοι, ὁ δὲ οὐδὲ τῷ Δάμιδι τὸν ἑαυτοῦ νοῦν ἐκφήνας ἐς Ἀχαιοὺς ξὺν αὐτῷ ἔπλει, Κορίνθου δὲ ἐπιβὰς καὶ τῷ Ἡλίῳ περὶ μεσημβρίαν ὁπόσα εἰώθει δράσας ἀφῆκεν ἐς τὸ Σικελῶν καὶ Ἰταλῶν ἔθνος ἅμα ἑσπέρᾳ. τυχὼν δὲ οὐρίου πνεύματος καί τινος εὐροίας ὑποδραμούσης τὸ πέλαγος ἀφίκετο ἐς Δικαιάρχιαν πεμπταῖος. Δημητρίῳ δὲ ἐντυχών, ὃς ἐδόκει θαρσαλεώτατος τῶν φιλοσόφων, ἐπεὶ μὴ πολὺ ἀπὸ τῆς Ῥώμης διῃτᾶτο, ξυνίει μὲν αὐτοῦ ἐξεστηκότος τῷ τυράννῳ, διατριβῆς δὲ ἕνεκα εἴληφά σε εἶπε τρυφῶντα καὶ τῆς εὐδαίμονος Ἰταλίας, εἰ δὴ εὐδαίμων, τὸ μακαριώτατον οἰκοῦντα, ἐν ᾧ λέγεται καὶ Ὀδυσσεὺς Καλυψοῖ ξυνὼν ἐκλαθέσθαι καπνοῦ Ἰθακησίου καὶ οἴκου. περιβαλὼν δʼ αὐτὸν ὁ Δημήτριος καί τι καὶ ἐπευφημήσας ὦ θεοί, ἔφη τί πείσεται φιλοσοφία κινδυνεύουσα περὶ ἀνδρὶ τοιούτῳ; κινδυνεύει δὲ εἶπε τί; ἅ γε, ἔφη προειδὼς ἥκεις· εἰ γὰρ τὸν σὸν ἀγνοῶ νοῦν, οὐδὲ τὸν ἐμαυτοῦ οἶδα. διαλεγώμεθα δὲ μὴ ἐνταῦθα, ἀλλʼ ἴωμεν οὗ μόνων ἡμῶν ἡ ξυνουσία ἔσται, παρατυγχανέτω δὲ καὶ ὁ Δάμις, ὃν ἐγώ, νὴ τὸν Ἡρακλέα, Ἰόλεων ἡγοῦμαι τῶν σῶν ἄθλων.