Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

16 νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, πέπαυσο εἶπεν Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί. ἐπιδιδόντος δὲ τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν εἴθε ἔφη καὶ ἐν Παναθηναίοις ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐτοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφʼ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων, εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπʼ ἀγορᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους
17 αὑτῶν ἄρχειν, ξυμβουλεύοντος δʼ αὐτῷ τοῦ Δάμιδος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο αὔριον ἔφη τούτου ἐπιμελήσομαι. καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν δός, εἶπεν, ὦ ἱερεῦ χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐτόν. καὶ ὁ ἱερεὺς οὐχ ὑπὲρ τούτων ἔφη χαλεπανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi