Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

18 Θετταλοῦ δὲ ἀνδρός, ᾧ ὄνομα Ἰσαγόρας, ξυνόντος αὐτῷ ἐν Ὀλυμπίᾳ εἰπέ μοι ἔφη ὦ Ἰσαγόρα, ἔστι τι πανήγυρις; νὴ Δίʼ, εἶπε τό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατʼ ἀνθρώπους. τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δʼ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό. καὶ τίς ἔφη ὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου; μεγίστη εἶπε καὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν. καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυθοῖ πάτριον. ἔοικεν, ἔφη Ἀπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι ἡ πανήγυρις, ἀλλὰ καὶ θαυμασιωτέρας ὕλης ἢ αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα ξυγκαλεῖ καὶ ξυνοικίζει. ἆρʼ οὖν, εἶπεν ὦ Ἰσαγόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα, ἢ ἑτέρας ἐπʼ αὐτῆς δέῃ δόξης; τελεία, ἔφη ὦ Τυανεῦ, ἥδε ἡ δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ. καὶ μὴν ἀτελὴς εἶπεν ἐνθυμουμένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον· δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδʼ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι μὲν καὶ ἡ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς ὃ χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδʼ ἂν ἐγένοντο, εἰ μὴ διʼ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα, φύσεως δʼ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμφοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ ἀνθρώπων δήπου ἐγένετο, ὁ μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, ὁ δʼ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δʼ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθληταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη ὁ χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi