Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

20 ἀνάκειται τὸ βιβλίον τοῦτο ἐν Ἀνθίῳ καὶ σπουδάζεται διὰ τὴν αἰτίαν, τὸ δὲ Ἄνθιον Ἰταλῶν τῶν ἐπὶ θαλάττῃ. ταῦτα μὲν δὴ καὶ τῶν Λεβάδειαν οἰκούντων ξυγχωρῶ ἀκροᾶσθαι, περὶ δὲ τοῦ βιβλίου τούτου γνώμη ἀποπεφάνθω μοι, διακομισθῆναι μὲν αὐτὸ βασιλεῖ Ἀδριανῷ ὕστερον, ὅτε δὴ καί τινας τῶν τοῦ Ἀπολλωνίου ἐπιστολῶν, οὐ γὰρ δὴ πάσας γε, καταμεῖναι δὲ ἐς τὰ βασίλεια τὰ ἐν τῷ Ἀνθίῳ, οἷς μάλιστα δὴ τῶν περὶ τὴν Ἰταλίαν βασιλείων ἔχαιρεν.
21 ἀφίκοντο δʼ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάντες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμμιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκείνου φιλοσοφίαν πάντες. ὁ δʼ, ὥσπερ τοὺς Γύγας φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς τῶν θησαυρῶν θύρας, ἵνʼ ἀπαντλεῖν εἴη τοῖς δεομένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι, περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν.
22 διαβαλλόντων δʼ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, νὴ Δίʼ, εἶπεν ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι. τί δʼ ἐβούλετο αὐτῷ τοῦτο; τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου· διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi