Kitap 8
23
περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δʼ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν ἀκούω σε, εἶπεν Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια. εἴ γε ἔφη ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια. ἀκούω εἶπε καὶ ξύμφημι. ἐπεὶ τοίνυν ἔφη ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ. ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, θάρρει, ἔφη ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.
24
μετὰ ταῦθʼ ὁ μέν, ἐπειδὴ τῶν κατὰ τὴν Ἑλλάδα ἱκανῶς εἶχε δυοῖν ἐνδιατρίψας ἐτοῖν, ἔπλει ἐς Ἰωνίαν ξυνεπομένης αὐτῷ τῆς ἑταιρείας, καὶ τὸν μὲν πλείω χρόνον ἐφιλοσόφει περὶ τὴν Σμύρναν τε καὶ τὴν Ἔφεσον, ἐπιὼν καὶ τὰς ἄλλας καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς εἶναι δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος καὶ κέρδος μέγα τοῖς δεξιοῖς.