Kitap 8
25
ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, ᾧ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐδεδώκει, πρόσταγμα δʼ ἐπεποίητο περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀνδρὸς φοιτᾶν· στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραννον, ξίφος δʼ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼν δέομαί σου, ἔφη βασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ. οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, οὐ τέθνηκεν εἶπεν ὁ πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλʼ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ. μέγα δʼ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν ὁ Στέφανος καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον. ὁ δʼ ἐρρωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρίβων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος ἐσῆλθον ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα ἤδη.