Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

3 ὧδε μὲν παρεσκεύαστο πρὸς τὰ ἐκ τοῦ τυράννου πάντα, προεστῶτι δʼ αὐτῷ τοῦ δικαστηρίου προσελθὼν ἕτερος γραμματεὺς ὦ Τυανεῦ, ἔφη γυμνὸς ἔσελθε. λουσόμεθα οὖν εἶπεν ἢ δικασόμεθα; οὐχ ὑπὲρ ἐσθῆτος ἔφη ταῦτα προείρηται, ἀλλʼ ἀπαγορεύει σοι ὁ βασιλεὺς μήτε περίαπτον μήτε βιβλίον μήτʼ ἄλλο γραμματεῖον ὅλως μηδὲν ἐσφέρειν ἐνταῦθα. μηδὲ νάρθηκα εἶπεν ἐπὶ τοὺς ἀνοήτως αὐτὸν ταῦτα πείθοντας; ἀναβοήσας δὲ ὁ κατήγορος ὦ βασιλεῦ, πληγὰς ἔφη ἀπειλεῖ μοι ὁ γόης, ἐγὼ γάρ σε ταυτὶ πέπεικα. οὐκοῦν εἶπε σὺ μᾶλλον γόης, ἃ γὰρ μὴ ἐγὼ πέπεικά πω τὸν βασιλέα, ὡς οὐκ εἰμί, σὺ φῂς αὐτὸν ὡς εἴην πεπεικέναι. παρῆν δὲ τῷ κατηγόρῳ λοιδορουμένῳ ταῦτα καὶ τῶν Εὐφράτου τις ἀπελευθέρων, ὃν ἐλέγετο Εὐφράτης ἄγγελον τῶν ἐν Ἰωνίᾳ τοῦ Ἀπολλωνίου διαλέξεων στεῖλαι ὁμοῦ χρήμασιν, ἃ τῷ κατηγόρῳ ἐπεδόθη.
4 τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ· κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ. ὁ δʼ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγόρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν ὁ Ἀπολλώνιος τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοιαῦτα ὁ κατήγορος ἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς. ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ κατὰ μίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi