Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

29 τὰ μὲν δὴ ἐς Ἀπολλώνιον τὸν Τυανέα Δάμιδι τῷ Ἀσσυρίῳ ἀναγεγραμμένα ἐς τόνδε τὸν λόγον τελευτᾷ, περὶ γὰρ τρόπου, καθʼ ὃν ἐτελεύτα, εἴγε ἐτελεύτα, πλείους μὲν λόγοι, Δάμιδι δὲ οὐδεὶς εἴρηται, ἐμοὶ δὲ οὐδὲ τοῦτο χρὴ παραλελεῖφθαι, δεῖ γάρ. που τὸν λόγον ἔχειν τὸ ἑαυτοῦ πέρας. οὐδʼ ὑπὲρ ἡλικίας τοῦ ἀνδρὸς εἴρηται οὐδὲν τῷ Δάμιδι, ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δʼ ὑπὲρ τὰ ἐνενήκοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν ἀκέραιος ὢν πᾶν τὸ σῶμα καὶ ἄρτιος, νεότητος δὲ ἡδίων. ἔστι γάρ τις ὥρα καὶ περὶ ῥυτίσιν, ἣ μάλιστα περὶ ἐκεῖνον ἤνθησεν, ὡς εἰκόνες τε δηλοῦσι τἀνδρὸς ἐν τῷ Τύανάδε ἱερῷ καὶ λόγοι μᾶλλον ὑμνοῦντες τὸ Ἀπολλωνίου γῆρας ἢ τὴν Ἀλκιβιάδου ποτὲ νεότητα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi