Kitap 8
30
τελευτῆσαι δʼ αὐτὸν οἱ μὲν ἐν Ἐφέσῳ θεραπευόμενον ὑπὸ δυοῖν δμωαῖν, τεθνάναι γὰρ ἤδη οἱ ἀπελεύθεροι, περὶ ὧν κατʼ ἀρχὰς εἶπον, ἐλευθερώσαντα δὲ τὴν ἑτέραν αἰτίαν πρὸς τῆς ἑτέρας ἔχειν, ἐπεὶ μὴ τῶν αὐτῶν ἠξίωτο, τὸν δʼ Ἀπολλώνιον καὶ δουλεῦσαι φάναι προσήκει σὲ αὐτῇ, τουτὶ γάρ σοι ἀγαθοῦ ἄρξει. τελευτήσαντος οὖν ἡ μὲν δουλεύειν ἐκείνῃ, ἡ δʼ ἐκ μικρᾶς αἰτίας ἀποδόσθαι αὐτὴν καπήλῳ, παρʼ οὗ πρίασθαί τις οὐδʼ εὐπρεπῆ οὖσαν, ἀλλʼ ἐρῶν οὗτος καὶ χρηματιστὴς ἱκανὸς ὢν γυναῖκά τε ἀνειπεῖν καὶ παῖδας ἐξ αὐτῆς ἐγγράψαι. οἱ δʼ ἐν Λίνδῳ τελευτῆσαι αὐτὸν παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἔσω ἀφανισθέντα, οἱ δʼ ἐν Κρήτῃ φασὶ θαυμασιώτερον ἢ οἱ ἐν Λίνδῳ· διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον ἢ πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δʼ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυλακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δʼ οὔθʼ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆσθαί τι ὑπʼ αὐτοῦ φάσκοντες, ὁ δʼ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δʼ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδουσῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν· στεῖχε γᾶς, στεῖχε ἐς οὐρανόν, στεῖχε. οἷον· ἴθι ἐκ τῆς γῆς ἄνω.