Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

11 ἐτύγχανε μὲν δὴ ὁ Δάμις τῆς προτεραίας ἀφιγμένος καὶ τῷ Δημητρίῳ ξυγγεγονὼς ὑπὲρ τῶν πρὸ τῆς δίκης, ὁ δʼ εὐλαβέστερον ἢ τὸν ὑπὲρ Ἀπολλωνίου ἀκροώμενον εἰκὸς διατεθεὶς ἦν ὑφʼ ὧν ἤκουσε, καὶ πάλιν τῆς ὑστεραίας ὑπὲρ τῶν αὐτῶν ἠρώτα, ξυναλύων αὐτῷ παρὰ τὴν θάλατταν, ἐν ᾗ τὰ περὶ τὴν Καλυψὼ μυθεύματα· ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος, ἐπειδὴ τὰ τῆς τυραννίδος χαλεπὰ ἦν πᾶσι, τὰ δʼ ὑπʼ αὐτοῦ προσταττόμενα ἐτίμων διὰ τὴν φύσιν τοῦ ἀνδρός. ἀπειπόντες οὖν ἐκάθηντο ἐς τὸ νύμφαιον, ἐν ᾧ ὁ πίθος, λευκοῦ δʼ οὗτός ἐστι λίθου ξυνέχων πηγὴν ὕδατος οὔθʼ ὑπερβάλλουσαν τοῦ στομίου οὔτʼ, εἴ τις ἀπαντλοίη, ὑποδιδοῦσαν. διαλεχθέντες δʼ ὑπὲρ τῆς φύσεως τοῦ ὕδατος οὐ μάλα ἐσπουδακότως διὰ τὴν ἐπὶ τῷ ἀνδρὶ ἀθυμίαν ἐπανῆγον τὸν λόγον ἐς τὰ πρὸ τῆς δίκης.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi