Kitap 1
16.1
Κριτίας δὲ ὁ σοφιστὴς εἰ μὲν κατέλυσε τὸν Ἀθηναίων δῆμον, οὔπω κακός — καταλυθείη γὰρ ἂν καὶ ὑφʼ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι — ἀλλʼ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθῄρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δʼ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφῃρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίᾳ τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίᾳ ὄνομα.
16.2
καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνῃ ὁμιλίας παρεφθορέναι αὐτόν, τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν· ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δʼ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν, οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίᾳ φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῷ Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ᾧ πλεῖστα δὴ συνεφιλοσόφησε σοφωτάτῳ τε καὶ δικαιοτάτῳ τῶν ἐφʼ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δʼ ὁμοιωθῆναι, παρʼ οἷς ἀγερωχία καί ἄκρατος καὶ τυραννικὰ ἐν οἴνῳ σπουδάζεται. ἀλλʼ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλʼ ἐγοργίαζον ἐν Θετταλίᾳ μικραὶ καὶ μείζους πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δʼ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρʼ αὐτοῖς ἐποιεῖτο· ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δʼ αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δʼ Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένῳ ταῦτα Κριτίας ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί.