Kitap 1
17.1
ἡ δὲ Σειρὴν ἡ ἐφεστηκυῖα τῷ Ἰσοκράτους τοῦ σοφιστοῦ σήματι, ἐφέστηκε δὲ καὶ οἷον ᾅδουσα, πειθὼ κατηγορεῖ τοῦ ἀνδρός, ἣν συνεβάλετο ῥητορικοῖς νόμοις καὶ ἤθεσι, πάρισα καὶ ἀντίθετα καὶ ὁμοιοτέλευτα οὐχ εὑρὼν πρῶτος, ἀλλʼ εὑρημένοις εὖ χρησάμενος, ἐπεμελήθη δὲ καὶ περιβολῆς καὶ ῥυθμοῦ καὶ συνθήκης καὶ κρότου. ταυτὶ δʼ ἡτοίμασέ που καὶ τὴν Δημοσθένους γλῶτταν· Δημοσθένης γὰρ μαθητὴς μὲν Ἰσαίου, ζηλωτὴς δὲ Ἰσοκράτους γενόμενος ὑπερεβάλετο αὐτὸν θυμῷ καὶ ἐπιφορᾷ καὶ περιβολῇ καὶ ταχυτῆτι λόγου τε καὶ ἐννοίας. σεμνότης δʼ ἡ μὲν Δημοσθένους ἐπεστραμμένη μᾶλλον, ἡ δὲ Ἰσοκράτους ἁβροτέρα τε καὶ ἡδίων. παράδειγμα δὲ ποιώμεθα τῆς Δημοσθένους σεμνότητος· πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ, δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δέ, ἃ ἂν ὁ θεὸς διδῷ, γενναίως. ἡ δὲ Ἰσοκράτους σεμνότης ὧδε κεκόσμηται· τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος.
17.2
τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν. ὅμως δʼ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν· τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέγραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης, ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, ὁ πανηγυρικός τ̔̓ἐστὶνʼ αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν οἴκοι ἐγκλημάτων.