Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

18.2 διαβάλλοντος δὲ αὐτὸν Δημοσθένους, ὡς αἴτιον τοῦ Φωκικοῦ πάθους, ἀπέγνωσαν Ἀθηναῖοι τὴν αἰτίαν, ἐπὶ δὲ τῷ καταψηφισθέντι Ἀντιφῶντι ἥλω μὴ κριθείς, καὶ ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ. καὶ μὴν καὶ πυλαγόρας ἀναρρηθεὶς οὔπω παρὰ τοῖς πολλοῖς διαπέφευγε τὸ μὴ οὐκ αὐτὸς Ἐλατειᾳ ἐπιστῆσαι τὸν Φίλιππον τὴν Πυλαίαν συνταράξας εὐπροσώποις λόγοις καὶ μύθοις. Ἀθηνῶν δὲ ὑπεξῆλθεν οὐχὶ φεύγειν προσταχθείς προςταχθείς, ἀλλʼ ἀτιμίᾳ ἐξιστάμενος, ᾗ ὑπήγετο ὑπὸ Δημοσθένει παὶ Κτησιφῶντι ἐκπεσὼν τῶν ψήφων. ἡ μὲν δὴ ὁρμὴ τῆς ἀποδημίας αὐτῷ παρὰ τὸν Ἀλέξανδρον ἦν, ὡς αὐτίκα ἥξοντα ἐς Βαβυλῶνά τε καὶ Σοῦσα, καθορμισθεὶς δὲ ἐς τὴν Ἔφεσον καὶ τὸν μὲν τεθνάναι ἀκούων, τὰ δὲ τῆς Ἀσίας οὕτω ξυγκεκλυσμένα πράγματα, Ῥόδου εἴχετο, ἡ δὲ νῆσος ἀγαθὴ ἐνσπουδάσαι, καὶ σοφιστῶν φροντιστήριον ἀποφήνας τὴν Ῥόδον αὐτοῦ διῃτᾶτο θύων ἡσυχίᾳ τε καὶ Μούσαις καὶ Δωρίοις ἤθεσιν ἐγκαταμιγνὺς Ἀττικά.
18.3 τὸν δὲ αὐτοσχέδιον λόγον ξὺν εὐροίᾳ καὶ θείως διατιθέμενος τὸν ἔπαινον τοῦτον πρῶτος ἠνέγκατο. τὸ γὰρ θείως λέγειν οὔπω μὲν ἐπεχωρίασε σοφιστῶν σπουδαῖς, ἀπʼ Αἰσχίνου δʼ ἤρξατο θεοφορήτῳ ὁρμῇ ἀποσχεδιάζοντος, ὥσπερ οἱ τοὺς χρησμοὺς ἀναπνέοντες. ἀκροατὴς δὲ Πλάτωνός τε καὶ Ἰσοκράτους γενόμενος πολλά καὶ παρὰ τῆς ἑαυτοῦ φύσεως ἠγάγετο. σαφηνείας τε γὰρ φῶς ἐν τῷ λόγῳ καὶ ἁβρὰ σεμνολογία καὶ τὸ ἐπίχαρι σὺν δεινότητι καὶ καθάπαξ ἡ ἰδέα τοῦ λόγου κρείττων ἤ μιμήσει ὑπαχθῆναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi