Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

19.2 μεγάλων δʼ ἀξιούμενος τῆς Σμύρνης τί οὐκ ἐπʼ αὐτῷ βοώσης ὡς ἐπʼ ἀνδρὶ θαυμασίῳ καὶ ῥήτορι, οὐκ ἐθάμιζεν ἐς τὸν δῆμον, ἀλλʼ αἰτίαν παρὰ τοῖς πολλοῖς ἔχων φόβου φοβοῦμαι ἔφη δῆμον ἐπαίροντα μᾶλλον ἢ λοιδορούμενον. τελώνου δὲ θρασυναμένου ποτὲ πρὸς αὐτὸν ἐν δικαστηρίῳ καὶ εἰπόντος παῦσαι ὑλακτῶν με μάλα ἀστείως ὁ Νικήτης νὴ Δία, εἶπεν ἢν καὶ σὺ παύσῃ δάκνων με. ἡ δὲ ὑπὲρ Ἄλπεις τε καὶ Ῥῆνον ἀποδημία τοῦ ἀνδρὸς ἐγένετο μὲν ἐκ βασιλείου προστάγματος, αἰτία δὲ αὐτῆς ἥδε· ἀνὴρ ὕπατος, ᾧ ὄνομα Ῥοῦφος, τοὺς Σμυρναίους ἐλογίστευε πικρῶς καὶ δυστρόπως. τούτῳ τι προσκρούσας ὁ Νικήτης ἔρρωσο, εἶπεν, καὶ οὐκέτι προσῄει δικάζοντι. τὸν μὲν δὴ χρόνον, ὃν μιᾶς πόλεως ἦρξεν, οὔπω δεινὰ πεπονθέναι ᾤετο, ἐπιτραπεὶς δὲ τὰ Κελτικὰ στρατόπεδα ὀργῆς ἀνεμνήσθη — αἱ γὰρ εὐπραγίαι τά τε ἄλλα τοὺς ἀνθρώπους ἐπαίρουσι καὶ τὸ μηκέτι καρτερεῖν, ἅ πρὶν εὖ πράττειν ἀνθρωπίνῳ λογισμῷ ἐκαρτέρουν — καὶ γράφει πρὸς τὸν αὐτοκράτορα Νερούαν πολλὰ ἐπὶ τὸν Νικήτην καὶ σχέτλια, καὶ ὁ αὐτοκράτωρ αὐτὸς εἶπεν ἀκροάσει ἀπολογουμένου, κἂν ἀδικοῦντα εὕρῃς, ἐπίθες δίκην. ταυτὶ δὲ ἔγραφεν οὐ τὸν Νικήτην ἐκδιδούς, ἀλλὰ τὸν Ῥοῦφον ἐς συγγνώμην ἑτοιμάζων, οὐ γὰρ ἄν ποτε ἄνδρα τοιοῦτον ἐφʼ ἑαυτῷ γεγονότα οὔτʼ ἂν ἀποκτεῖναι ὁ Ῥοῦφος, οὔτʼ ἂν ἕτερον ζημιῶσαι οὐδέν, ὡς μὴ φανείη βαρὺς τῷ καθιστάντι αὐτὸν δικαστὴν ἐχθροῦ. διὰ μὲν δὴ ταῦτα ἐπὶ Ῥῆνόν τε καὶ Κελτοὺς ἦλθεν, παρελθὼν δὲ ἐπὶ τὴν ἀπολογίαν  οὕτω τι κατέπληξε τὸν Ῥοῦφον, ὡς πλείω μὲν ἀφεῖναι ἐπὶ τῷ Νικήτῃ δάκρυα οὗ διεμέτρησεν αὐτῷ ὕδατος, ἀποπέμψαι δὲ οὐκ ἄτρωτον μόνον, ἀλλὰ καὶ περίβλεπτον καὶ ἐν τοῖς ζηλωτοῖς Σμυρναίων. τὸν δὲ ἄνδρα τοῦτον χρόνοις ὕστερον Ἡρακλείδης ὁ Λύκιος σοφιστὴς διορθούμενος ἐπέγραψε Νικήτην τὸν κεκαθαρμένον, ἠγνόησε δὲ ἀκροθίνια Πυγμαῖα κολοσσῷ ἐφαρμόζων.

κ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi