Kitap 1
21.1
ὑπὲρ Σκοπελιανοῦ τοῦ σοφιστοῦ διαλέξομαι καθαψάμενος πρότερον τῶν κακίζειν αὐτὸν πειρωμένων, ἀπαξιοῦσι γὰρ δὴ τὸν ἄνδρα τοῦ τῶν σοφιστῶν κύκλου διθυραμβώδη καλοῦντες καὶ ἀκόλαστον καὶ πεπαχυσμένον. ταυτὶ περὶ αὐτοῦ λέγουσιν οἱ λεπτολόγοι καὶ νωθροὶ καὶ μηδὲν ἀπʼ αὐτοσχεδίου γλώττης ἀναπνέοντες· φύσει μὲν γὰρ ἐπίφθονον χρῆμα ἄνθρωποι· διαβάλλουσι γοῦν τοὺς μὲν εὐμήκεις οἱ μικροί, τοὺς δὲ εὐειδεῖς οἱ πονηροὶ τὸ εἶδος, τοὺς δὲ κούφους τε καὶ δρομικοὺς οἱ βραδεῖς καὶ ἑτερόποδες, τοὺς θαρσαλέους οἱ δειλοὶ καὶ οἱ ἄμουσοι τοὺς λυρικούς, τοὺς δʼ ἀμφὶ παλαίστραν οἱ ἀγύμναστοι, καὶ οὐ χρὴ θαυμάζειν, εἰ πεπηδημένοι τὴν γλῶττάν τινες καὶ βοῦν ἀφωνίας ἐπʼ αὐτὴν βεβλημένοι καί μήτʼ ἂν αὐτοί τι ἐνθυμηθέντες μέγα, μήτʼ ἂν ἐνθυμηθέντος ἑτέρου ξυμφήσαντες διαπτύοιέν τε καὶ κακίζοιεν τὸν ἑτοιμότατα δὴ καὶ θαρραλεώτατα καὶ μεγαλειότατα τῶν ἐφʼ ἑαυτοῦ Ἑλλήνων ἑρμηνεύσαντα. ὡς δὲ ἠγνοήκασι τὸν ἄνδρα, ἐγὼ δηλώσω, καὶ ὁποῖον αὐτῷ καὶ τὸ τοῦ οἴκου σχῆμα.