Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

21.2 ἀρχιερεὺς μὲν γὰρ ἐγένετο τῆς Ἀσίας αὐτός τε καὶ οἱ πρόγονοι αὐτοῦ παῖς ἐκ πατρὸς πάντες, ὁ δὲ στέφανος οὗτος πολὺς καὶ ὑπὲρ πολλῶν χρημάτων. δίδυμός τε ἀποτεχθεὶς ἄμφω μὲν ἤστην ἐν σπαργάνοις, πεμπταίων δὲ ὄντων κεραυνῷ μὲν ἐβλήθη ὁ ἕτερος, ὁ δὲ οὐδεμίαν ἐπηρώθη τῶν αἰσθήσεων ξυγκατακείμενος τῷ βληθέντι. καίτοι τὸ τῶν σκηπτῶν πῦρ οὕτω δριμὺ καὶ θειῶδες, ὡς τῶν ἀγχοῦ τοὺς μὲν ἀποκτείνειν κατʼ ἔκπληξιν, τῶν δὲ ἀκοάς τε καὶ ὀφθαλμοὺς σίνεσθαι, τῶν δὲ ἐς τοὺς νοῦς ἀποσκήπτειν. ἀλλʼ οὐδενὶ τούτων ὁ Σκοπελιανὸς ἥλω, διετέλεσε γὰρ δὴ καὶ ἐς γῆρας βαθὺ ἀκέραιός τε καὶ ἄρτιος. τουτὶ δὲ ὁπόθεν θαυμάζω, δηλῶσαί σοι βούλομαι· ἐδείπνουν μὲν κατὰ τὴν Λῆμνον ὑπὸ δρυὶ μεγάλῃ θερισταὶ ὀκτὼ περὶ τὸ καλούμενον Κέρας τῆς νήσου, τὸ δὲ χωρίον τοῦτο λιμήν ἐστιν ἐς κεραίας ἐπιστρέφων λεπτάς, νέφους δὲ τὴν δρῦν περισχόντος καὶ σκηπτοῦ ἐς αὐτὴν ἐκδοθέντος ἡ μὲν ἐβέβλητο, οἱ θερισταὶ δὲ ἐκπλήξεως αὐτοῖς ἐμπεσούσης, ἐφʼ οὗπερ ἔτυχεν ἕκαστος πράττων, οὕτως ἀπέθανεν, ὁ μὲν γὰρ κύλικα ἀναιρούμενος, ὁ δὲ πίνων, ὁ δὲ μάττων, ὁ δὲ ἐσθίων, ὁ δέ τι ποιῶν τὰς ψυχὰς ἀφῆκαν ἐπιτεθυμμένοι καὶ μέλανες, ὥσπερ οἱ χαλκοῖ τῶν ἀνδριάντων περὶ τὰς ἐμπύρους τῶν πηγῶν κεκαπνισμένοι. ὁ δὲ οὕτω τι οὐκ ἀθεεὶ ἐτρέφετο, ὡς διαφυγεῖν μέν τὸν ἐκ τοῦ σκηπτοῦ θάνατον, ὃν μηδὲ οἱ σκληρότατοι τῶν ἀγροίκων διέφυγον, ἄτρωτος δὲ μεῖναι τὰς αἰσθήσεις καὶ τὸν νοῦν ἕτοιμος καὶ ὕπνου κρείττων, καὶ γὰρ δὴ καὶ τὸ νωθρὸν αὐτοῦ ἀπῆν.
21.3 Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην μελετήσαντα μὲν ἐπιφανῶς, πολλῷ δὲ μεῖζον ἐν δικαστηρίοις πνεύσαντα. δεομένων δὲ τῶν Κλαζομενίων τὰς μελέτας αὐτὸν οἴκοι ποιεῖσθαι καὶ προβήσεσθαι τὰς Κλαζομενὰς ἐπὶ μέγα ἡγουμένων, εἰ τοιοῦτος δὴ ἀνὴρ ἐμπαιδεύσοι σφίσιν, τουτὶ μὲν οὐκ ἀμούσως παρῃτήσατο τὴν ἀηδόνα φήσας ἐν οἰκίσκῳ μὴ ᾅδειν, ὥσπερ δὲ ἄλσος τι τῆς ἑαυτοῦ εὐφωνίας τὴν Σμύρναν ἐσκέψατο καὶ τὴν ἠχὼ τὴν ἐκεῖ πλείστου ἀξίαν ᾠήθη. πάσης γὰρ τῆς Ἰωνίας οἷον μουσείου πεπολισμένης ἀρτιωτάτην ἐπέχει τάξιν ἡ Σμύρνα, καθάπερ ἐν τοῖς ὀργάνοις ἡ μαγάς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi