Kitap 1
24.1
οὐδὲ τὸν Βυζάντιον σοφιστὴν παραλείψω Μάρκον, ὑπὲρ οὗ κἂν ἐπιπλήξαιμι τοῖς Ἕλλησιν, εἰ τοιόσδε γενόμενος, ὁποῖον δηλώσω, μήπω τυγχάνοι τῆς ἑαυτοῦ δόξης. Μάρκῳ τοίνυν ἦν ἀναφορὰ τοῦ γένους ἐς τὸν ἀρχαῖον Βύζαντα, πατὴρ δὲ ὁμώνυμος ἔχων θαλαττουργοὺς οἰκέτας ἐν Ἱερῷ, τὸ δὲ Ἱερὸν παρὰ τὰς ἐκβολὰς τοῦ Πόντου. διδάσκαλος δὲ αὐτοῦ Ἰσαῖος ἐγένετο, παρʼ οὗ καὶ τὸ κατὰ φύσιν ἑρμηνεύειν μαθὼν ἐπεκόσμησεν αὐτὸ ὡραισμένῃ πρᾳότητι. καὶ παράδειγμα ἱκανώτατον τῆς Μάρκου ἰδέας ὁ Σπαρτιάτης ὁ ξυμβουλεύων τοῖς Λακεδαιμονίοις μὴ παραδέχεσθαι τοὺς ἀπὸ Σφακτηρίας γυμνοὺς ἥκοντας. τῆσδε γὰρ τῆς ὑποθέσεως ἤρξατο ὧδε· ἀνὴρ Λακεδαιμόνιος μέχρι γήρως φυλάξας τὴν ἀσπίδα ἡδέως μὲν ἂν τοὺς γυμνοὺς τούτους ἀπέκτεινα. ὅστις δὲ καὶ τὰς διαλέξεις ὅδε ὁ ἀνὴρ ἐγένετο, ξυμβαλεῖν ἐστιν ἐκ τῶνδε· διδάσκων γὰρ περὶ τῆς τῶν σοφιστῶν τέχνης, ὡς πολλὴ καὶ ποικίλη, παράδειγμα τοῦ λόγου τὴν ἶριν ἐποιήσατο καὶ ἤρξατο τῆς διαλέξεως ὧδε· ὁ τὴν ἶριν ἰδών, ὡς ἓν χρῶμα, οὐκ εἶδεν, ὡς θαυμάσαι, ὁ δέ, ὅσα χρώματα, μᾶλλον ἐθαύμασεν. οἱ δὲ τὴν διάλεξιν ταύτην Ἀλκινόῳ τῷ Στωικῷ ἀνατιθέντες διαμαρτάνουσι μὲν ἰδέας λόγου, διαμαρτάνουσι δὲ ἀληθείας, ἀδικώτατοι δʼ ἀνθρώπων εἰσὶ προσαφαιρούμενοι τὸν σοφιστὴν καὶ τὰ οῖκεῖα.