Kitap 1
24.2
τὸ δὲ τῶν ὀφρύων ἦθος καὶ ἡ τοῦ προσώπου σύννοια σοφιστὴν ἐδήλου τὸν Μάρκον, καὶ γὰρ ἐτύγχανεν ἀεί τι ἐπισκοπῶν τῇ γνώμῃ καὶ ἀναπαιδεύων ἑαυτὸν τοῖς ἐς τὸ σχεδιάζειν ἄγουσι. καὶ τοῦτο ἐδηλοῦτο μὲν τῇ τῶν ὀφθαλμῶν στάσει πεπηγότων τὰ πολλὰ ἐς ἀπορρήτους ἐννοίας, ὡμολογήθη δὲ καὶ ὑπὸ τοῦ ἀνδρός· ἐρομένου γάρ τινος αὐτὸν τῶν ἐπιτηδείων, ὅπως χθὲς ἐμελέτα ἐπʼ ἐμαυτοῦ μὲν ἔφη λόγου ἀξίως, ἐπὶ δὲ τῶν γνωρίμων ἧττον. θαυμάσαντος δὲ τὴν ἀπόκρισιν ἐγὼ ἔφη ὁ Μάρκος καὶ τῇ σιωπῇ ἐνεργῷ χρῶμαι καὶ γυμνάζουσί με δύο ὑποθέσεις καὶ τρεῖς ὑπὸ τὴν μίαν, ἣν ἐς τὸ κοινὸν ἀγωνίζομαι. γενειάδος δὲ καὶ κόμης αὐχμηρῶς εἶχεν, ὅθεν ἀγροικότερος ἀνδρὸς πεπνυμένου ἐδόκει τοῖς πολλοῖς. τουτὶ δὲ καὶ Πολέμων ὁ σοφιστὴς πρὸς αὐτὸν ἔπαθεν· παρῆλθε μὲν γὰρ ἐς τὴν τοῦ Πολέμωνος διατριβὴν ὀνομαστὸς ἤδη ὤν, ξυγκαθημένων δὲ τῶν ἐς τὴν ἀκρόασιν ἀπηντηκότων ἀναγνούς τις αὐτὸν τῶν ἐς τὸ Βυζάντιον πεπλευκότων διεμήνυσε τῷ πέλας, ὁ δὲ τῷ πλησίον, καὶ διεδόθη ἐς πάντας, ὅτι ὁ Βυζάντιος εἴη σοφιστής, ὅθεν τοῦ Πολέμωνος αἰτοῦντος τὰς ὑποθέσεις ἐπεστρέφοντο πάντες ἐς τὸν Μάρκον, ἵνα προβάλοι. τοῦ δὲ Πολέμωνος εἰπόντος τί ἐς τὸν ἄγροικον ὁρᾶτε; οὐ γὰρ δώσει γε οὗτος ὑπόθεσιν, ὁ Μάρκος ἐπάρας τὴν φωνήν, ὥσπερ εἰώθει, καὶ ἀνακύψας καὶ προβαλοῦμαι ἔφη καὶ μελετήσομαι. ἔνθεν ἑλὼν ὁ Πολέμων καὶ ξυνιεὶς δωριάζοντος διελέχθη ἐς τὸν ἄνδρα πολλά τε καὶ θαυμάσια ἐφιεὶς τῷ καιρῷ, μελετήσας δὲ καὶ μελετῶντος ἀκροασάμενος καὶ ἐθαυμάσθη καὶ ἐθαύμασεν.
24.3
μετὰ ταῦτα δὲ ἥκων ὁ Μάρκος ἐς τὰ Μέγαρα, οἰκισταὶ δὲ ʽοὗτοἰ Βυζαντίων, ἐστασίαζον μὲν οἱ Μεγαρεῖς πρὸς τοὺς Ἀθηναίους ἀκμαζούσαις ταῖς γνώμαις, ὥσπερ ἄρτι τοῦ πινακίου ἐπʼ αὐτοὺς γεγραμμένου, καὶ οὐκ ἐδέχοντο σφᾶς ἐς τὰ Πύθια τὰ μικρὰ ἥκοντας. παρελθὼν δὲ ἐς μέσους ὁ Μάρκος οὕτω τι μεθήρμοσε τοὺς Μεγαρέας, ὡς ἀνοῖξαι πεῖσαι τὰς οἰκίας καὶ δέξασθαι τοὺς Ἀθηναίους ἐπὶ γυναῖκάς τε καὶ παῖδας. ἠγάσθη αὐτὸν καὶ Ἀδριανὸς ὁ αὐτοκράτωρ πρεσβεύοντα ὑπὲρ Βυζαντίων, ἐπιτηδειότατος τῶν πάλαι βασιλέων γενόμενος ἀρετὰς αὐξῆσαι.
κε