Kitap 1
2.1
λέων δὲ ὁ Βυζάντιος νέος μὲν ὢν ἐφοίτα Πλάτωνι, ἐς δὲ ἄνδρας ἥκων σοφιστὴς προσερρήθη πολυειδῶς ἔχων τοῦ λόγου καὶ πιθανῶς τῶν ἀποκρίσεων. Φιλίππῳ μὲν γὰρ στρατεύοντι ἐπὶ Βυζαντίους προαπαντήσας εἰπέ μοι, ὦ Φίλιππε, ἔφη τί παθὼν πολέμου ἄρχεις; τοῦ δὲ εἰπόντος ἡ πατρὶς ἡ σὴ καλλίστη πόλεων οὖσα ὑπηγάγετό με ἐρᾶν αὐτῆς καὶ διὰ τοῦτο ἐπὶ θύρας τῶν ἐμαυτοῦ παιδικῶν ἥκω ὑπολαβὼν ὁ Λέων οὐ φοιτῶσιν ἔφη μετὰ ξιφῶν ἐπὶ τὰς τῶν παιδικῶν θύρας οἱ ἄξιοι τοῦ ἀντερᾶσθαι, οὐ γὰρ πολεμικῶν ὀργάνων, ἀλλὰ μουσικῶν οἱ ἐρῶντες δέονται. καὶ ἠλευθέρου τὸ Βυζάντιον Δημοσθένους μὲν πολλὰ πρὸς Ἀθηναίους εἰπόντος, Λέοντος δὲ ὀλίγα πρὸς αὐτὸν Φίλιππον. καὶ πρεσβεύων δὲ παρʼ Ἀθηναίους οὗτος ὁ Λέων ἐστασίαζε μὲν πολὺν ἤδη χρόνον ἡ πόλις καὶ παρὰ τὰ ἤθη ἐπολιτεύετο, παρελθὼν δʼ ἐς τὴν ἐκκλησίαν προσέβαλεν αὐτοῖς ἀθρόον γέλωτα ἐπὶ τῷ εἴδει, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα, ταραχθεὶς δὲ οὐδὲν ὑπὸ τοῦ γέλωτος τί, ἔφη ὦ Ἀθηναῖοι, γελᾶτε;· ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία, καὶ ἐς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος σοφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ.
γ
3.1
δίας δὲ ὁ Ἐφέσιος τὸ μὲν πεῖσμα τῆς ἑαυτοῦ φιλοσοφίας ἐξ Ἀκαδημίας ἐβέβλητο, σοφιστὴς δὲ ἐνομίσθη διὰ τόδε· τὸν Φίλιππον ὁρῶν χαλεπὸν ὄντα τοῖς Ἕλλησιν ἐπὶ τὴν Ἀσίαν στρατεύειν ἔπεισε, καὶ πρὸς τοὺς Ἕλληνας διεξῆλθε λέγων, ὡς δέον ἀκολουθεῖν στρατεύοντι, καλὸν γὰρ εἶναι καὶ τὸ ἔξω δουλεύειν ἐπὶ τῷ οἴκοι ἐλευθεροῦσθαι.
δ
4.1
καὶ Καρνεάδης δὲ ὁ Ἀθηναῖος ἐν σοφισταῖς ἐγράφετο, φιλοσόφως μὲν γὰρ κατεσκεύαστο τὴν γνώμην, τὴν δὲ ἰσχὺν τῶν λόγων ἐς τὴν ἄγαν ἤλαυνε δεινότητα.
ε
5.1
οἶδα καὶ Φιλόστρατον τὸν Αἰγύπτιον Κλεοπάτρᾳ μὲν συμφιλοσοφοῦντα τῇ βασιλίδι, σοφιστὴν δὲ προσρηθέντα, ἐπειδὴ λόγου ἰδέαν πανηγυρικὴν ἥρμοστο καὶ ποικίλην, γυναικὶ ξυνών, ᾗ καὶ αὐτὸ τὸ φιλολογεῖν τρυφὴν εἶχεν, ὅθεν καὶ παρῴδουν τινὲς ἐπʼ αὐτῷ τόδε τὸ ἐλεγεῖον· πανσόφου ὀργὴν ἴσχε Φιλοστράτου, ὃς Κλεοπάτρᾳ νῦν προσομιλήσας τοῖος ἰδεῖν πέφαται.
ς