Kitap 1
25.4
ἐχέτω μοι καὶ ταῦτα δήλωσιν βασιλέως τε πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος. ὑπέρφρων γὰρ δὴ οὕτω τι ὁ Πολέμων, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος, δυνασταῖς δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. Ἀθηναίοις μὲν γὰρ ἐπιδεικνύμενος αὐτοσχεδίους λόγους, ὅτε καὶ πρῶτον Ἀθήναζε ἀφίκετο, οὐκ ἐς ἐγκώμια κατέστησεν ἑαυτὸν τοῦ ἄστεος, τοσούτων ὄντων, ἅ τις ὑπὲρ Ἀθηναίων ἂν εἴποι, οὐδʼ ὑπὲρ τῆς ἑαυτοῦ δόξης ἐμακρηγόρησε, καίτοι καὶ τῆς τοιᾶσδε ἰδέας ὠφελούσης τοὺς σοφιστὰς ἐν ταῖς ἐπιδείξεσιν, ἀλλʼ εὖ γιγνώσκων, ὅτι τὰς Ἀθηναίων φύσεις ἐπικόπτειν χρὴ μᾶλλον ἢ ἐπαίρειν διελέχθη ὧδε· φασὶν ὑμᾶς, ὦ Ἀθηναῖοι, σοφοὺς εἶναι ἀκροατὰς λόγων· εἴσομαι. ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου, πᾶσαν δὲ Ἑλληνικὴν παίδευσιν ἥρμοστο, καθʼ ἱστορίαν τῆς Ἰωνίας ἐς τὴν Σμύρναν ἥκοντος οὐ μόνον οὐκ ἔταξεν ἑαυτὸν ἐν τοῖς θεραπεύουσιν, ἀλλὰ καὶ δεομένου ξυνεῖναί οἱ θαμὰ ἀνεβαλλετο, ἕως ἠνάγκασε τὸν βασιλέα ἐπὶ θύρας ἀφικέσθαι ἀπάγοντα μισθοῦ δέκα τάλαντα. ἥκων δὲ ἐς τὸ Πέργαμον, ὅτε δὴ τὰ ἄρθρα ἐνόσει, κατέδαρθε μὲν ἐν τῷ ἱερῷ, ἐπιστάντος δὲ αὐτῷ τοῦ Ἀσκληπιοῦ καὶ προειπόντος ἀπέχεσθαι ψυχροῦ ποτοῦ ὁ Πολέμων βέλτιστε, εἶπεν εἰ δὲ βοῦν ἐθεράπευες;