Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

25.6 τῷ δὲ ὑφειμένῳ τούτῳ καὶ πρὸς τὸν Σκοπελιανὸν ἐχρήσατο χρόνῳ ὕστερον, πρεσβεύειν μὲν χειροτονηθεὶς ὑπὲρ τῶν Σμυρναίων, ὡς ὅπλα δὲ Ἀχίλλεια τὴν ἐκείνου πειθὼ αἰτήσας. Ἡρώδῃ δὲ τῷ Ἀθηναίῳ πὴ μὲν ἀπὸ τοῦ ὑφειμένου, πὴ δὲ ἀπὸ τοῦ ὑπεραίροντος ξυνεγένετο. ὅπως δὲ καὶ ταῦτα ἔσχε, δηλῶσαι βούλομαι, καλὰ γὰρ καὶ μεμνῆσθαι ἄξια· ἤρα μὲν γὰρ τοῦ αὐτοσχεδιάζειν ὁ Ἡρώδης μᾶλλον ἢ τοῦ ὕπατός τε καὶ ἐξ ὑπάτων δοκεῖν, τὸν Πολέμωνα δὲ οὔπω γιγνώσκων ἀφῖκτο μὲν ἐς τὴν σμύρναν ἐπὶ ξυνουσίᾳ τοῦ ἀνδρὸς κατὰ χρόνους, οὓς τὰς ἐλευθέρας τῶν πόλεων αὐτὸς διωρθοῦτο, περιβαλὼν δὲ καὶ ὑπερασπασάμενος ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος πότε, εἶπεν ὦ πάτερ, ἀκροασόμεθά σου; καὶ ὁ μὲν δὴ ᾤετο ἀναβαλεῖσθαι αὐτὸν τὴν ἀκρόασιν ὀκνεῖν φήσαντα ἐπʼ ἀνδρὸς τοιούτου ἀποκινδυνεύειν, ὁ δὲ οὐδὲν πλασάμενος τήμερον ἔφη ἀκροῶ, καὶ ἴωμεν. τοῦτο ἀκούσας ὁ Ἡρώδης ἐκπλαγῆναί φησι τὸν ἄνδρα, ὡς καὶ τὴν γλῶτταν αὐτοσχέδιον καὶ τὴν γνώμην. ταῦτα μὲν οὖν φρόνημα ἐνδείκνυται τοῦ ἀνδρὸς καί, νὴ Δία, σοφίαν, ᾗ ἐς τὴν ἔκπληξιν ἐχρήσατο, ἐκεῖνα δὲ σωφροσύνην τε καὶ κόσμον· ἀφικόμενον γὰρ ἐς τὴν ἐπίδειξιν ἐδέξατο ἐπαίνῳ μακρῷ καὶ ἐπαξίῳ τῶν Ἡρώδου λόγων τε καὶ ἔργων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi