Kitap 1
25.7
τὴν δὲ σκηνὴν τοῦ ἀνδρός, ᾗ ἐς τὰς μελέτας ἐχρήσατο, ἔστι μὲν καὶ Ἡρώδου μαθεῖν ἐν μιᾷ τῶν πρὸς τὸν Βᾶρον ἐπιστολῇ εἰρημένων, δηλώσω δὲ κἀγὼ ἐκεῖθεν· παρῄει μὲν ἐς τὰς ἐπιδείξεις διακεχυμένῳ τῷ προσώπῳ καὶ τεθαρρηκότι, φοράδην δὲ ἐσεφοίτα διεφθορότων αὐτῷ ἤδη τῶν ἄρθρων. καὶ τὰς ὑποθέσεις οὐκ ἐς τὸ κοινὸν ἐπεσκοπεῖτο, ἀλλʼ ἐξιὼν τοῦ ὁμίλου βραχὺν καιρόν. φθέγμα δὲ ἦν αὐτῷ λαμπρὸν καὶ ἐπίτονον καὶ κρότος θαυμάσιος οἷος ἀπεκτύπει τῆς γλώττης. φησὶ δὲ αὐτὸν ὁ Ἡρώδης καὶ ἀναπηδᾶν τοῦ θρόνου περὶ τὰς ἀκμὰς τῶν ὑποθέσεων, τοσοῦτον αὐτῷ περιεῖναι ὁρμῆς, καὶ ὅτε ἀποτορνεύοι περίοδον, τὸ ἐπὶ πᾶσιν αὐτῆς κῶλον σὺν μειδιάματι φέρειν, ἐνδεικνύμενον πολὺ τὸ ἀλύπως φράζειν, καὶ κροαίνειν ἐν τοῖς τῶν ὑποθέσεων χωρίοις οὐδὲν μεῖον τοῦ Ὁμηρικοῦ ἵππου. ἀκροᾶσθαι δὲ αὐτοῦ τὴν μὲν πρώτην, ὡς οἱ δικάζοντες, τὴν δὲ ἐφεξῆς, ὡς οἱ ἐρῶντες, τὴν δὲ τρίτην, ὡς οἱ θαυμάζοντες, καὶ γὰρ δὴ καὶ τριῶν ἡμερῶν ξυγγενέσθαι οἱ. ἀναγράφει καὶ τὰς ὑποθέσεις ὁ Ἡρώδης, ἐφʼ αἷς ξυνεγένετο· ἦν τοίνυν ἡ μὲν πρώτη Δημοσθένης ἐξομνύμενος ταλάντων πεντήκοντα δωροδοκίαν, ἣν ἦγεν ἐπʼ αὐτὸν Δημάδης, ὡς Ἀλεξάνδρου τοῦτο Ἀθηναίοις ἐκ τῶν Δαρείου λογισμῶν ἐπεσταλκότος, ἡ δὲ ἐφεξῆς τὰ τρόπαια κατέλυε τὰ Ἑλληνικὰ τοῦ Πελοποννησίου πολέμου ἐς διαλλαγὰς ἥκοντος, ἡ δὲ τρίτη τῶν ὑποθέσεων τοὺς Ἀθηναίους μετὰ Αἰγὸς ποταμοὺς ἐς τοὺς δήμους ἀνεσκεύαζεν· ὑπὲρ οὗ φησιν ὁ Ἡρώδης πέμψαι οἱ πεντεκαίδεκα μυριάδας προσειπὼν αὐτὰς μισθὸν τῆς ἀκροάσεως, μὴ προσεμένου δὲ αὐτὸς μὲν ὑπερῶφθαι οἴεσθαι, ξυμπίνοντα δὲ αὐτῷ Μουνάτιον τὸν κριτικόν, ὁ δὲ ἀνὴρ οὗτος ἐκ Τραλλέων, ὦ Ἡρώδη, φάναι δοκεῖ μοι Πολέμων ὀνειροπολήσας πέντε καὶ εἴκοσι μυριάδας παρὰ τοῦτʼ ἔλαττον ἔχειν ἡγεῖσθαι, παρʼ ὃ μὴ τοσαύτας ἔπεμψας. προσθεῖναί φησιν ὁ Ἡρώδης τὰς δέκα καὶ τὸν Πολέμωνα προθύμως λαβεῖν, ὥσπερ ἀπολαμβάνοντα. ἔδωκε τῷ Πολέμωνι ὁ Ἡρώδης καὶ τὸ μὴ παρελθεῖν ἐπʼ αὐτῷ ἐς λόγων ἐπίδειξιν, μηδʼ ἐπαγωνίσασθαί οἱ, νύκτωρ δὲ ἐξελάσαι τῆς Σμύρνης, ὡς μὴ βιασθείη, θρασὺ γὰρ καὶ τὸ βιασθῆναι ᾤετο. διετέλει δὲ καὶ τὸν ἄλλον χρόνον ἐπαινῶν τὸν Πολέμωνα καὶ ὑπὲρ θαῦμα ἄγων· Ἀθήνησι μὲν γὰρ διαπρεπῶς ἀγωνισάμενος τὸν περὶ τῶν τροπαίων ἀγῶνα καὶ θαυμαζόμενος ἐπὶ τῇ φορᾷ τοῦ λόγου τὴν Πολέμωνος ἔφη μελέτην ἀνάγνωτε καὶ εἴσεσθε ἄνδρα. Ὀλυμπίασι δὲ βοησάσης ἐπʼ αὐτῷ τῆς Ἑλλάδος εἶς ὡς Δημοσθένης, εἴθε γὰρ ἔφη ὡς ὁ Φρύξ, τὸν Πολέμωνα ὧδε ἐπονομάζων, ἐπειδὴ τότε ἡ Λαοδικεια τῇ Φρυγίᾳ συνετάττετο. Μάρκου δὲ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν εἰπόντος τί σοι δοκεῖ ὁ Πολέμων; στήσας τοὺς ὀφθαλμοὺς ὁ Ἡρώδης ἵππων μʼ ἔφη ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει, ἐνδεικνύμενος δὴ τὸ ἐπίκροτον καὶ τὸ ὑψηχὲς τῶν λόγων. ἐρομένου δὲ αὐτὸν καὶ Βάρου τοῦ ὑπάτου, τίσι καὶ διδασκάλοις ἐχρήσατο, τῷ δεῖνι μὲν καὶ τῷ δεῖνι ἔφη παιδευόμενος, Πολέμωνι δὲ ἤδη παιδεύων.