Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

25.11 ἰατροῖς δὲ θαμὰ ὑποκείμενος λιθιώντων αὐτῷ τῶν ἄρθρων παρεκελεύετο αὐτοῖς ὀρύττειν καὶ τέμνειν τὰς Πολέμωνος λιθοτομίας. Ἡρώδῃ δὲ ἐπιστέλλων ὑπὲρ τῆς νόσου ταύτης ὧδε ἐπέστειλεν· δεῖ ἐσθίειν, χεῖρας οὐκ ἔχω· δεῖ βαδίζειν, πόδες οὐκ εἰσί μοι· δεῖ ἀλγεῖν, τότε καὶ πόδες εἰσί μοι καὶ χεῖρες. Ἐτελεύτα μὲν περὶ τὰ ἓξ καὶ πεντήκοντα ἔτη, τὸ δὲ μέτρον τῆς ἡλικίας τοῦτο ταῖς μὲν ἄλλαις ἐπιστήμαις γήρως ἀρχή, σοφιστῇ δὲ νεότης ἔτι, γηράσκουσα γὰρ ἥδε ἡ ἐπιστήμη σοφίαν ἀρτύνει. τάφος δὲ αὐτῷ κατὰ τὴν Σμύρναν οὐδείς, εἰ καὶ πλείους λέγονται· οἱ μὲν γὰρ ἐν τῷ κήπῳ τοῦ τῆς Ἀρετῆς ἱεροῦ ταφῆναι αὐτόν, οἱ δὲ οὐ πόρρω τούτου ἐπὶ θαλάττῃ, νεὼς δέ τίς ἐστι βραχὺς καὶ ἄγαλμα ἐν αὐτῷ Πολέμωνος ἐσταλμένον, ὡς ἐπὶ τῆς τριήρους ὠργίαζεν, ὑφʼ ᾧ κεῖσθαι τὸν ἄνδρα, οἱ δὲ ἐν τῇ τῆς οἰκίας αὐλῇ ὑπὸ τοῖς χαλκοῖς ἀνδριᾶσιν. ἔστι δὲ οὐδὲν τούτων ἀληθές, εἰ γὰρ ἐτελεύτα κατὰ τὴν Σμύρναν, οὐδενὸς ἂν τῶν θαυμασίων παρʼ αὐτοῖς ἱερῶν ἀπηξιώθη τὸ μὴ οὐκ ἐν αὐτῷ κεῖσθαι. ἀλλʼ ἐκεῖνα ἀληθέστερα, κεῖσθαι μὲν αὐτὸν ἐν τῇ Λαοδικείᾳ παρὰ τὰς Συρίας πύλας, οὗ δὴ καὶ τῶν προγόνων αὐτοῦ θῆκαι, ταφῆναι δὲ αὐτὸν ζῶντα ἔτι, τουτὶ γὰρ τοῖς φιλτάτοις ἐπισκῆψαι, κείμενόν τε ἐν τῷ σήματι παρακελεύεσθαι τοῖς συγκλείουσι τὸν τάφον ἔπαγε, ἔπαγε, μὴ γὰρ ἴδοι με σιωπῶντα ἥλιος. πρὸς δὲ τοὺς οἰκείους ὀλοφυρομένους αὐτὸν ἀνεβόησε· δότε μοι σῶμα καὶ μελετήσομαι. μέχρι Πολέμωνος τὰ Πολέμωνος, οἱ γὰρ ἐπʼ αὐτῷ γενόμενοι ξυγγενεῖς μέν, οὐ μὴν οἷοι πρὸς τὴν ἐκείνου ἀρετὴν ἐξετάζεσθαι, πλὴν ἑνὸς ἀνδρός, περὶ οὗ μικρὸν ὕστερον λέξω.

κς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi