Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

26.1 μηδὲ Σεκούνδου τοῦ Ἀθηναίου ἀμνημονῶμεν, ὃν ἐκάλουν ἐπίουρόν τινες ὡς τέκτονος παῖδα. Σεκοῦνδος τοίνυν ὁ σοφιστὴς γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος, Ἡρώδην δὲ ἐκπαιδεύσας ἐς διαφορὰν αὐτῷ ἀφίκετο παιδεύοντι ἤδη, ὅθεν ὁ Ἡρώδης διετώθαζεν αὐτὸν ἐκεῖνο ἐπιλέγων· καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ῥήτορι τέκτων, ἀλλʼ ἀποθανόντι καὶ λόγον ἐπεφθέγξατο καὶ δάκρυα ἐπέδωκε καίτοι γηραιῷ τελευτήσαντι. μνήμης δὲ ἄξια τοῦ ἀνδρὸς τούτου καὶ πλείω μέν, μάλιστα δὲ ἥδε ἡ ὑπόθεσις· ὁ ἄρξας στάσεως ἀποθνησκέτω καὶ ὁ παύσας στάσιν ἐχέτω δωρεάν· ὁ αὐτὸς καὶ ἄρξας καὶ παύσας αἰτεῖ τὴν δωρεάν. τήνδε τὴν ὑπόθεσιν ὧδε ἐβραχυλόγησεν· οὐκοῦν ἔφη τί πρότερον; τὸ κινῆσαι στάσιν. τί δεύτερον; τὸ παῦσαι. δοὺς οὖν τὴν ἐφʼ οἷς ἠδίκεις τιμωρίαν, τὴν ἐφʼ οἷς εὖ πεποίηκας δωρεάν, εἰ δύνασαι, λάβε. τοιόσδε μὲν ὁ ἀνὴρ οὗτος, τέθαπται δὲ πρὸς τῇ Ἐλευσῖνι ἐν δεξιᾷ τῆς Μέγαράδε ὁδοῦ.
← Önceki 49 / 49

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi