Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

6.1 καὶ Θεόμνηστον δὲ τὸν Ναυκρατίτην ἐπιδήλως φιλοσοφήσαντα ἡ περιβολὴ τῶν λόγων ἐς τοὺς σοφιστὰς ἀπήνεγκεν.

ζ

7.1 Δίωνα δὲ τὸν Προυσαῖον οὐκ οἶδʼ ὅ τι χρὴ προσειπεῖν διὰ τὴν ἐς πάντα ἀρετήν, Ἀμαλθείας γὰρ κέρας ἦν, τὸ τοῦ λόγου, ξυγκείμενος μὲν τῶν ἄριστα εἰρημένων τοῦ ἀρίστου, βλέπων δὲ πρὸς τὴν Δημοσθένους ἠχὼ καὶ Πλάτωνος, ᾗ, καθάπερ αἱ μαγάδες τοῖς ὀργάνοις, προσηχεῖ ὁ Δίων τὸ ἑαυτοῦ ἴδιον ξὺν ἀφελείᾳ ἐπεστραμμένῃ. ἀρίστη δὲ ἐν τοῖς Δίωνος λόγοις καὶ ἡ τοῦ ἤθους κρᾶσις· ὑβριζούσαις τε γὰρ πόλεσι πλεῖστα ἐπιπλήξας οὐ φιλολοίδορος, οὐδὲ ἀηδὴς ἔδοξεν, ἀλλʼ οἷον ἵππων ὕβριν χαλινῷ καταρτύων μᾶλλον ἢ μάστιγι, πόλεών τε εὐνομουμένων ἐς ἐπαίνους καταστὰς οὐκ ἐπαίρειν αὐτὰς ἔδοξεν, ἀλλʼ ἐπιστρέφειν μᾶλλον ὡς ἀπολουμένας, εἰ μεταβάλοιντο. ἦν δὲ αὐτῷ καὶ τὸ τῆς ἄλλης φιλοσοφίας ἦθος οὐ κοινὸν οὐδὲ εἰρωνικόν, ἀλλὰ ἐμβριθῶς μὲν ἐγκείμενον, κεχρωσμένον δέ, οἷον ἡδύσματι, τῇ πρᾳότητι. ὡς δὲ καὶ ἱστορίαν ἱκανὸς ἦν ξυγγράφειν, δηλοῖ τὰ Γετικά, καὶ γὰρ δὴ καὶ ἐς Γέτας ἦλθεν, ὁπότε ἠλᾶτο. τὸν δὲ Εὐβοέα καὶ τὸν τοῦ ψιττακοῦ ἔπαινον καὶ ὁπόσα οὐχ ὑπὲρ μεγάλων ἐσπούδασται τῷ Δίωνι, μὴ μικρὰ ἡγώμεθα, ἀλλὰ σοφιστικά, σοφιστοῦ γὰρ τὸ καὶ ὑπὲρ τοιούτων σπουδάζειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi