Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

8.1 ὁμοίως καὶ Φαβωρῖνον τὸν φιλόσοφον ἡ εὐγλωττία ἐν σοφισταῖς ἐκήρυττεν. ἦν μὲν γὰρ τῶν ἑσπερίων Γαλατῶν οὗτος, Ἀρελάτου πόλεως, ἣ ἐπὶ Ἠριδανῷ ποταμῷ ᾤκισται, διφυὴς δὲ ἐτέχθη καὶ ἀνδρόθηλυς, καὶ τοῦτο ἐδηλοῦτο μὲν καὶ παρὰ τοῦ εἴδους, ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν, ἐδηλοῦτο δὲ καὶ τῷ φθέγματι, ὀξυηχὲς γὰρ ἠκούετο καὶ λεπτὸν καὶ ἐπίτονον, ὥσπερ ἡ φύσις τοὺς εὐνούχους ἥρμοκεν. θερμὸς δὲ οὕτω τις ἦν τὰ ἐρωτικά, ὡς καὶ μοιχοῦ λαβεῖν αἰτίαν ἐξ ἀνδρὸς ὑπάτου.
8.2 διαφορᾶς δὲ αὐτῷ πρὸς Ἀδριανὸν βασιλέα γενομένης οὐδὲν ἔπαθεν. ὅθεν ὡς παράδοξα ἐπεχρησμῴδει τῷ ἑαυτοῦ βίῳ τρία ταῦτα· Γαλάτης ὢν ἑλληνίζειν, εὐνοῦχος ὢν μοιχείας κρίνεσθαι, βασιλεῖ διαφέρεσθαι καὶ ζῆν. τουτὶ δὲ Ἀδριανοῦ ἔπαινος εἴη ἂν μᾶλλον, εἰ βασιλεὺς ὢν ἀπὸ τοῦ ἴσου διεφέρετο πρὸς ὃν ἐξῆν ἀποκτεῖναι. βασιλεὺς δὲ κρείττων, ὅτε χώσεται ἀνδρὶ χέρηι, ἢν ὀργῆς κρατῇ, καὶ θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, ἢν λογισμῷ κολάζηται. βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη. ἀρχιερεὺς δὲ ἀναρρηθεὶς ἐς τὰ οἴκοι πάτρια ἐφῆκε μὲν κατὰ τοὺς ὑπὲρ τῶν τοιούτων νόμους, ὡς ἀφειμένος τοῦ λειτουργεῖν, ἐπειδὴ ἐφιλοσόφει, τὸν δὲ αὐτοκράτορα ὁρῶν ἐναντίαν ἑαυτῷ θέσθαι διανοούμενον, ὡς μὴ φιλοσοφοῦντι, ὑπετέμετο αὐτὸν ὧδε· ἐνύπνιόν μοι, ἔφη ὦ βασιλεῦ, γέγονεν, ὃ καὶ πρὸς σὲ χρὴ εἰρῆσθαι· ἐπιστὰς γάρ μοι Δίων ὁ διδάσκαλος ἐνουθέτει με ὑπὲρ τῆς δίκης λέγων, ὅτι μὴ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ ταῖς πατρίσι γεγόναμεν· ὑποδέχομαι δή, ὦ βασιλεῦ, τὴν λειτουργίαν καὶ τῷ διδασκάλῳ πείθομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi