Kitap 1
8.3
ταῦτα ὁ μὲν αὐτοκράτωρ διατριβὴν ἐπεποίητο, καὶ διῆγε τὰς βασιλείους φροτίδας ἀπονεύων ἐς σοφιστάς τε καὶ φιλοσόφους, Ἀθηναίοις δὲ δεινὰ ἐφαίνετο καὶ συνδραμόντες αὐτοὶ μάλιστα οἱ ἐν τέλει Ἀθηναῖοι χαλκῆν εἰκόνα κατέβαλον τοῦ ἀνδρὸς ὡς πολεμιωτάτου τῷ αὐτοκράτορι· ὁ δέ, ὡς ἤκουσεν, οὐδὲν σχετλιάσας οὐδὲ ἀγριάνας ὑπὲρ ὧν ὕβριστο ὤνητʼ ἂν ἔφη καὶ Σωκράτης εἰκόνα χαλκῆν ὑπʼ Ἀθηναίων ἀφαιρεθεὶς μᾶλλον ἢ πιὼν κώνειον. Ἐπιτηδειότατος μὲν οὖν Ἡρώδῃ τῷ σοφιστῇ ἐγένετο διδάσκαλόν τε ἡγουμένῳ καὶ πατέρα καὶ πρὸς αὐτὸν γράφοντι πότε σε ἴδω καὶ πότε σου περιλείξω τὸ στόμα; ὅθεν καὶ τελευτῶν κληρονόμον Ἡρώδην ἀπέφηνε τῶν τε βιβλίων, ὁπόσα ἐκέκτητο, καὶ τῆς ἐπὶ τῇ Ῥώμῃ οἰκίας καὶ τοῦ Αὐτοληκύθου. ἦν δὲ οὗτος Ἰνδὸς μὲν καὶ ἱκανῶς μέλας, ἄθυρμα δὲ Ἡρώδου τε καὶ Φαβωρίνου, ξυμπίνοντας γὰρ αὐτοὺς διῆγεν ἐγκαταμιγνὺς Ἰνδικοῖς Ἀττικὰ καὶ πεπλανημένῃ τῇ γλώττῃ βαρβαρίζων. ἡ δὲ γενομένη πρὸς τὸν Πολέμωνα τῷ Φαβωρίνῳ διαφορὰ ἤρξατο μὲν ἐν Ἰωνίᾳ προσθεμένων αὐτῷ τῶν Ἐφεσίων, ἐπεὶ τὸν Πολέμωνα ἡ Σμύρνα ἐθαύμαζεν, ἐπέδωκε δὲ ἐν τῇ Ῥώμῃ, ὕπατοι γὰρ καὶ παῖδες ὑπάτων οἱ μὲν τὸν ἐπαινοῦντες, οἱ δὲ τόν, ἦρξαν αὐτοῖς φιλοτιμίας, ἣ πολὺν ἐκκαίει φθόνον καὶ σοφοῖς ἀνδράσιν. συγγνωστοὶ μὲν οὖν τῆς φιλοτιμίας, τῆς ἀνθρωπείας φύσεως τὸ φιλότιμον ἀγήρων ἡγουμένης, μεμπτέοι δὲ τῶν λόγων, οὓς ἐπʼ ἀλλήλους ξυνέθεσαν, ἀσελγὴς γὰρ λοιδορία, κἂν ἀληθὴς τύχῃ, οὐκ ἀφίησιν αἰσχύνης οὐδὲ τὸν ὑπὲρ τοιούτων εἰπόντα. τοῖς μὲν οὖν σοφιστὴν τὸν Φαβωρῖνον καλοῦσιν ἀπέχρη ἐς ἀπόδειξιν καὶ αὐτὸ τὸ διενεχθῆναι αὐτὸν σοφιστῇ, τὸ γὰρ φιλότιμον, οὗ ἐμνήσθην, ἐπὶ τοὺς ἀντιτέχνους φοιτᾷ.