Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

8.4 ἥρμοσται δὲ τὴν γλῶτταν ἀνειμένως μέν, σοφῶς δὲ καὶ ποτίμως. ἐλέγετο δὲ σὺν εὐροίᾳ σχεδιάσαι. τὰ μὲν δὴ ἐς Πρόξενον μήτʼ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτʼ ἂν ξυνθεῖναι, ἀλλʼ εἶναι αὐτὰ μειρακίου φρόντισμα μεθύοντος, μᾶλλον δὲ ἐμοῦντος,  τὸν δὲ ἐπὶ τῷ ἀώρῳ καὶ τὸν ὑπὲρ τῶν μονομάχων καὶ τὸν ὑπὲρ τῶν βαλανείων γνησίους τε ἀποφαινόμεθα καὶ εὖ ξυγκειμένους, καὶ πολλῷ μᾶλλον τοὺς φιλοσοφουμένους αὐτῷ τῶν λόγων, ὧν ἄριστοι οἱ Πυρρώνειοι· τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαιρεῖται καὶ τὸ δικάζειν δύνασθαι. διαλεγομένου δὲ αὐτοῦ κατὰ τὴν Ῥώμην μεστὰ ἦν σπουδῆς πάντα, καὶ γὰρ δὴ καὶ ὅσοι τῆς Ἑλλήνων φωνῆς ἀξύνετοι ἦσαν, οὐδὲ τούτοις ἀφʼ ἡδονῆς ἡ ἀκρόασις ἦν, ἀλλὰ κἀκείνους ἔθελγε τῇ τε ἠχῇ τοῦ φθέγματος καὶ τῷ σημαίνοντι τοῦ βλέμματος καὶ τῷ ῥυθμῷ τῆς γλώττης. ἔθελγε δὲ αὐτοὺς τοῦ λόγου καὶ τὸ ἐπὶ πᾶσιν, ὃ ἐκεῖνοι μὲν ᾠδὴν ἐκάλουν, ἐγὼ δὲ φιλοτιμίαν, ἐπειδὴ τοῖς ἀποδεδειγμένοις ἐφυμνεῖται. Δίωνος μὲν οὖν ἀκοῦσαι λέγεται, τοσοῦτον δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. τοσαῦτα μὲν ὑπὲρ τῶν φιλοσοφησάντων ἐν δόξῃ τοῦ σοφιστεῦσαι. οἱ δὲ κυρίως προσρηθέντες σοφισταὶ ἐγένοντο οἵδε·

θ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi