Kitap 2
α
1.1
περὶ δὲ Ἡρώδου τοῦ Ἀθηναίου τάδε χρὴ εἰδέναι· ὁ σοφιστὴς Ἡρώδης ἐτέλει μὲν ἐκ πατέρων ἐς τοὺς δισυπάτους, ἀνέφερε δὲ ἐς τὸν τῶν Αἰακιδῶν, οὓς ξυμμάχους ποτὲ ἡ Ἑλλὰς ἐπὶ τὸν Πέρσην ἐποιεῖτο, ἀπηξίου δὲ οὐδὲ τὸν Μιλτιάδην, οὐδὲ τὸν Κίμωνα, ὡς ἄνδρε ἀρίστω καὶ πολλοῦ ἀξίω Ἀθηναίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τὰ Μηδικά, ὁ μὲν γὰρ ἦρξε τροπαίων Μηδικῶν, ὁ δὲ ἀπῄτησε δίκας τοὺς βαρβάρους ὧν μετὰ ταῦτα ὕβρισαν. ἄριστα δὲ ἀνθρώπων πλούτῳ ἐχρήσατο. τουτὶ δὲ μὴ τῶν εὐμεταχειρίστων ἡγώμεθα, ἀλλὰ τῶν παγχαλέπων τε καὶ δυσκόλων, οἱ γὰρ πλούτῳ μεθύοντες ὕβριν τοῖς ἀνθρώποις ἐπαντλοῦσιν. προσδιαβάλλουσι δὲ ὡς καὶ τυφλὸν τὸν πλοῦτον, ὃς εἰ καὶ τὸν ἄλλον χρόνον ἐδόκει τυφλός, ἀλλʼ ἐπὶ Ἡρώδου ἀνέβλεψεν, ἔβλεψε μὲν γὰρ ἐς φίλους, ἔβλεψε δὲ ἐς πόλεις, ἔβλεψε δὲ ἐς ἔθνη, πάντων περιωπὴν ἔχοντος τοῦ ἀνδρὸς καὶ θησαυρίζοντος τὸν πλοῦτον ἐν ταῖς τῶν μετεχόντων αὐτοῦ γνώμαις. ἔλεγε γὰρ δή, ὡς προσήκοι τὸν ὀρθῶς πλούτῳ χρώμενον τοῖς μὲν δεομένοις ἐπαρκεῖν, ἵνα μὴ δέωνται, τοῖς δὲ μὴ δεομένοις, ἵνα μὴ δεηθῶσιν, ἐκάλει τε τὸν μὲν ἀσύμβολον πλοῦτον καὶ φειδοῖ κεκολασμένον νεκρὸν πλοῦτον, τοὺς δὲ θησαυρούς, ἐς οὓς ἀποτίθενται τὰ χρήματα ἔνιοι, πλούτου δεσμωτήρια, τοὺς δὲ καὶ θύειν ἀξιοῦντας ἀποθέτοις χρήμασιν Ἀλωάδας ἐπωνόμαζε θύοντας Ἄρει μετὰ τὸ δῆσαι αὐτόν.